# Quaestiones in Octateuchum 196

Theodoretus, Quaestiones in Octateuchum, Page 196. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/196

X Διὰ τί ἄλευρον κρίθινον ὑπὸ τῆς ὑποπτευομένης μοιχευθῆναι προσεκομίζετο; Αὐτὸς ὁ δεσπότης ἡρμήνευσεν. «ἔστιν, γὰρ ἔφη, θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, θυσία ἀναμιμνήσκουσα ἁμαρτίαν». ὅθεν οὐδὲ ἔλαιον αὐτήν, οὐδὲ λίβανον ἔχειν προσέταξεν· ἐστέρητο γὰρ καὶ τῆς εὐωδίας, καὶ τοῦ τῆς δικαιοσύνης φωτός. τοῦτο μέντοι γίνεσθαι νενομοθέτηκεν ὁ δεσπότης Θεός, τὴν μιαιφόνον αὐτῶν ἐπιστάμενος γνώμην. ἵνα γὰρ μὴ ἐξ ὑποψίας κατακτείνωσι τὰς ὁμοζύγας, ἐκέλευσε τὴν ὑποπτευομένην αὐτῷ προσενεχθῆναι, ἅτε δὴ πάντα σαφῶς ἐπισταμένῳ καὶ τὰ λάθρα γιγνόμενα. «προσάξει, γάρ φησιν, ὁ ἱερεύς, καὶ στήσει τὴν γυναῖκα ἔναντι Κυρίου· καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἔναντι Κυρίου ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου; καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ· καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικός, καὶ δώσει ἐπὶ τῶν χειρῶν αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου». ταῦτα δὲ πάντα γενέσθαι προσέταξε τὴν γυναῖκα τὴν ὑποπτευομένην ἐκδειματῶν, ἵν' εἰ ἐξήμαρτεν ὁμολογήσει, καὶ διὰ μετανοίας λάβῃ τὴν ἄφεσιν. τούτου χάριν ἀκάλυπτον αὐτὴν τῷ Θεῷ προσενεχθῆναι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
