# Quaestiones in Octateuchum 20

Theodoretus, Quaestiones in Octateuchum, Page 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/20

ἑρπετοῖς δέ, τοὺς ἐν τῇ γῇ δέδωκε χηραμούς, ὅπως ἐν ἐκείνοις κρυπτόμενα μὴ λυμαίνωσι τῶν ἀνθρώπων τὸ γένος· ἵνα δὲ μὴ παντάπασιν ἀλώβητοι διαμένοντες καταφρονῶμεν αὐτῶν, ὡς βλάπτειν ἥκιστα δυναμένων· ἔστιν ὅτε συγχωρεῖ δύο τινὰς ἢ τρεῖς ἐκ πολλῶν μυριάδων ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων, ἢ ὑπὸ σκορπίων κεντεῖσθαι ἢ ὑπὸ ὄφεων δάκνεσθαι· ἵν' ἡμεῖς ὡς δεδιότες μή τι παραπλήσιον πάθοιμεν, εἰς ἐπικουρίαν καλῶμεν τὸν πεποιηκότα Θεόν, καὶ ὑπὸ τῆς παναλκοῦς ἐκείνης προμηθείας φρουρεῖσθαι παρακαλῶμεν. ἄλλως τε οὐδὲ ἐν τοῖς ἄλλοις ἡμῖν ἄχρηστα τὰ θηρία· πολλὰ γὰρ καὶ ἐκ τούτων ἀλεξίκακα ἰατρῶν παῖδες κατασκευάζουσι φάρμακα· μηδεὶς τοίνυν αὐτὸ καθ' ἑαυτὸ τὸ θηρίον ἐξετάζων ἐπιμεμφέσθω τῷ ποιητῇ, ἀλλὰ τὴν χρείαν ἐπιζητείτω. ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμονίαν καὶ τῶν μωρίων τὴν χρείαν· ἀλλ' ἔχει καὶ κόρυζαν καὶ πτύελον καὶ δυσώδη κόπρον ἐκκρινομένην· ἀλλ' οὐδεὶς εὖ φρονῶν, ἀπὸ τούτων διαβάλλει τὸ ζῷον· δίχα γὰρ τούτων βιῶναι τῶν ἀδυνάτων, διὰ γὰρ τούτων ἀρδευόμενον τέθηλεν. χρῄζει γὰρ καὶ φλέγματος καὶ αἵματος καὶ χολῆς ἑκατέρας· ἀλλ' ὥσπερ διὰ τούτων συνέστηκεν, οὕτως καὶ διὰ τούτων διόλλυται· ἑνὸς γὰρ τῶν εἰρημένων ἢ πλεονασμὸς ἢ ἔνδεια διαλύει τὸ ζῷον. οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν. οὕτω τοίνυν καὶ ἡμᾶς προσήκει ποιεῖν, μὴ αὐτὸ καθ' ἑαυτὸ ἕκαστον μέρος ἐξετάζει τῆς κτίσεως, ἀλλὰ ζητεῖν εἰ τῷ παντὶ χρήσιμον. ἐπεὶ καὶ τὸ πῦρ καυστικόν ἐστι· καὶ οὐ μόνον σώματα διαφθείρει, ἀλλὰ καὶ οἴκους ἐμπίπρησι καὶ πλοῖα καὶ λήϊα· ἀλλ' ὅμως ἕν ἐστι τῶν τεσσάρων στοιχείων δι' ὧν τὰ πάντα συνήρμοσται καὶ δίχα τούτου τὴν θνητὴν φύσιν διαβιῶναι τῶν ἀδυνάτων. καὶ ὕδωρ ὡσαύτως ἐπικλύζει τὴν γῆν, οἰκίας καταλύει, παμπόλλους τῶν ναυτιλλομένων διόλλυσι· λυμαίνεται δὲ καὶ τοὺς ἀκαίρως καὶ ἀμέτρως πίνειν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
