# Quaestiones in Octateuchum 201

Theodoretus, Quaestiones in Octateuchum, Page 201. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/201

Ἐπειδὴ ἡ μὲν πρώτη ἡλικία τελείαν οὐκ ἔχει τῶν ἀγαθῶν καὶ κακῶν τὴν διάκρισιν. ἡ τελευταία δὲ ἀσθενέστερον ἔχει τὸ σῶμα. ἀποκρίνει τοίνυν καὶ τὴν νεότητα, καὶ τὸ γήρας· τὴν μὲν διὰ τὸ ἀτελὲς τῆς ψυχῆς, τὸ δὲ διὰ τὸ τοῦ σώματος ἀσθενές. XIV Τίνος χάριν οὐκ ἠδύναντο ἐπιτελέσαι τὸ Πάσχα οἱ ἀκάθαρτοι ἐπὶ ψυχῇ; Συνῆπται ἡ αἰτία τῇ παραιτήσει. ὡς γὰρ ἀπὸ κήδους ὄντες, καί τινας τῶν οἰκείων ταφῇ παραδεδωκότες, ἀκάθαρτοι κατὰ τὴν τοῦ νόμου διαγόρευσιν ἦσαν. δεδιότες τοίνυν, μὴ τοῦ Πάσχα πληροῦντες τὴν ἐντολήν, παραβῶσι τὴν περὶ τῶν ἀκαθάρτων κειμένην καὶ ἀντινομίᾳ περιπέσωσι, τὴν αἰτίαν τὸν νομοθέτην ἐδίδαξαν· ἀλλ' οὐδὲ οὗτος ἐτόλμησεν ἀποκρίνασθαι ἕως τὸν δεσπότην ἠρώτησε. ταύτῃ γὰρ τῇ πλημμελείᾳ Ἰησοῦς ὁ τοῦ Ναυῆ περιπέπτωκε, πρὸ τῆς ἐρωτήσεως τοὺς γαβαωνίτας δεξάμενος. προσέταξε τοίνυν ὁ δεσπότης Θεὸς τοὺς τῷ μιασμῷ τούτῳ περιπίπτοντας, ἢ πόρρωθεν οἰκοῦντας, καὶ τούτου χάριν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς ἐπιτελέσαι τὸ Πάσχα μὴ δυναμένους, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δευτέρου μηνὸς ἐπιτελέσαι τὸ Πάσχα· ἐκέλευσε δὲ καὶ τοὺς προσηλύτους τῶν ἴσων μεταλαχεῖν. «νόμος, γάρ φησιν, εἷς ἔσται ὑμῖν, καὶ τῷ προσηλύτῳ, καὶ τῷ αὐτόχθονι τῆς γῆς». διὰ δὲ τούτων τῶν ἐθνῶν προμηνύει τὴν κλῆσιν. XV Πῶς νοητέον τό. «σημασίᾳ σαλπιεῖτε ἐν τῇ ἐξάρσει ὑμῶν· καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ»;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
