# Quaestiones in Octateuchum 203

Theodoretus, Quaestiones in Octateuchum, Page 203. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/203

Διώνυμως ἦν, ὡς Ἰακὼβ καὶ Ἰσραήλ, ὡς Σίμων Πέτρος, ὡς Θωμᾶς ὁ λεγόμενος Δίδυμος, ὡς Θαδδαῖος ὁ καὶ Λεββαῖος. τούτου υἱὸς ἦν ὁ Ἰωβάβ. XVII Τίς ἦν ὁ τοῦ λαοῦ γογγυσμός; Τὸν τῆς ὁδοιπορίας ἐδυσχέραινον πόνον. XVIII Τίνος ἕνεκεν ἁμαρτάνουσιν εὐθὺς ἐπάγει τὰς τιμωρίας; Ἀρχὴν εἶχεν ὁ νόμος, ἔδει τοίνυν τῇ τῶν παραβαινόντων τιμωρίᾳ σωφρονίζεσθαι τοὺς λοιπούς· ἁρμόδιος γὰρ τοῖς ἀρχομένοις ὁ φόβος· συνέζευκτο μέντοι τῇ τιμωρίᾳ φιλανθρωπία. μεταμελούμενοι γὰρ εὐμενείας ἀπήλαυον. αὐτίκα γοῦν τοῦ θεηλάτου πυρὸς μέρος τι τῆς παρεμβολῆς ἀναλώσαντος, εἶτα πάντων συνδεδραμηκότων εἰς δέησιν, ᾔτησε μὲν ὁ νομοθέτης τὴν ἄφεσιν, παρέσχε δὲ ταύτην ὁ φιλάνθρωπος Κύριος. ὅτι δὲ ἀναγκαίως αὐτοῖς αἱ τιμωρίαι προσήγοντο, τὰ ἑξῆς μαρτυρεῖ. εὐθὺς γὰρ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τῆς Αἰγύπτου τὴν μνήμην ἀνενεώσαντο, καὶ τῶν κρομμύων, καὶ τῶν σκορόδων καὶ τῶν ἄλλων, ὧν τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας τὸ πάθος ἐπύρσευσε. μάλα τοίνυν εἰκότως τῇ ἐκείνων ἀχαριστίᾳ τὴν θείαν συνῆψε φιλοτιμίαν ὁ συγγραφεὺς τὰ περὶ τοῦ μάννα διηγησάμενος, καὶ ὅτι οὐ μόνον ἄρτου χρείαν, ἀλλὰ καὶ ὄψου ἐπλήρου· «ἤλεθον, γάρ φησιν, ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυείᾳ καὶ ἥψουν ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν ἐγκρυφίας». ἐκείνων δὲ ὀλοφυρομένων, χαλεπαίνει μὲν ὁ δεσπότης Θεός, δυσχεραίνει δὲ ὁ προφήτης καὶ βοᾷ λέγων· «ἵνα τί ἐκά-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
