# Quaestiones in Octateuchum 204

Theodoretus, Quaestiones in Octateuchum, Page 204. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/204

κωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι μοὶ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι, ὅτι λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ λάβοι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν»; δεδήλωκε δὲ διὰ τούτων τὸ ἀτελὲς αὐτῶν καὶ νηπιῶδες· θηλάζοντι γὰρ αὐτοὺς ἀπείκασεν, ἄλλο μὲν οὐδὲν ἐργάσασθαι δυναμένῳ, ἐκμυζᾶν δὲ μόνον βουλομένῳ τὸ γάλα. ἐπειδὴ δὲ σφόδρα ἦν τὰ ῥήματα δυσχεραίνοντος· καὶ τὰ ἑξῆς γὰρ τοῦτον ἔχει τὸν νοῦν· διδάσκεται παρὰ τοῦ δεσπότου Θεοῦ, ὡς οὐκ ἀνθρωπίνῃ δυνάμει θείᾳ δὲ χάριτι τὸν λαὸν κυβερνᾷ. ἔφη γὰρ πρὸς αὐτόν· «συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς οἶδας ὅτι αὐτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν· καὶ ἄξεις αὐτοὺς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ στήσονται ἐκεῖ μετὰ σοῦ, καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς· καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος». μεμάθηκε δὲ διὰ τούτων τῶν λόγων ὁ νομοθέτης, ὡς ἀποχρῶσαν ἔλαβε τῇ οἰκονομίᾳ τὴν χάριν. διὰ τοῦτο εἶπεν· «ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί». οὐ γὰρ σπανίζων ἑτέρας δυνάμεως ἢ χάριτος τοῦτο ἔφη, ἀλλ' ἐκεῖνον διδάσκων ὡς εἰλήφει δύναμιν ἀρκοῦσαν τῇ χρείᾳ, ὅτι δὲ καὶ τοῖς ἑβδομήκοντα δοὺς οὐκ ἐμείωσε τούτου τὴν χάριν, τὰ πράγματα μαρτυρεῖ· τὰ αὐτὰ γὰρ καὶ οἰκονομῶν, καὶ θαυματουργῶν διετέλει ἃ καὶ πρότερον ἐπετέλει. ὥσπερ γὰρ ἐκ μιᾶς θρυαλ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
