# Quaestiones in Octateuchum 205

Theodoretus, Quaestiones in Octateuchum, Page 205. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/205

λίδος μυρίας τις ἐξάπτων, οὔτε ταύτην μειοῖ, κἀκείναις μεταδίδωσι τοῦ φωτός· οὕτως ὁ τῶν ὅλων Θεὸς τῆς τούτου χάριτος τοῖς ἑβδομήκοντα μεταδιδούς, τὴν τούτῳ δοθεῖσαν οὐκ ἠλάττωσε χάριν. τοῦτο καὶ νῦν ὁρῶμεν γινόμενον. πολλαὶ γὰρ ἀνθρώπων μυριάδες ὑπὸ ἱερέως ἑνὸς βαπτιζόμεναι, καὶ τὴν θείαν δεχόμεναι δωρεάν, οὐ σμικρύνουσι τοῦ ἱερέως τὴν χάριν· καὶ πάμπολλοι παρὰ τῶν ἀρχιερέων χειροτονούμενοι, καὶ τὴν ἱερατικὴν ἀξίαν δεχόμενοι, τοῦ χειροτονοῦντος οὐκ ἐλαττοῦσι τὴν δωρεάν. μεμαρτύρηκε μέντοι ὁ δεσπότης τῇ τοῦ θεράποντος ψήφῳ· ἔφη γὰρ αὐτῷ, ἔκλεξαι «οὓς οἶδας». XIX Τί δήποτε τοῦ Θεοῦ δώσειν ὑποσχομένου κρέα ὁ προφήτης ἀμφέβαλλεν; Ἐπειδὴ οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος ἦν. ἐδιδάχθη δὲ παρὰ τοῦ δεσπότου Θεοῦ μὴ ἐνδοιάζειν ὑπισχνουμένου Θεοῦ. ἔφη γὰρ πρὸς αὐτόν· «μὴ ἡ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου, ἢ οὔ». ὑπισχνούμενος μέντοι δώσειν, τῇ φιλοτιμίᾳ τιμωρίαν συνῆψεν, εἰπὼν γάρ, ὅτι «ἕως μηνὸς φάγεσθε κρέα, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν», ἐπήγαγε· «καὶ ἔσται ὑμῖν εἰς χολέραν», ἢ ὡς ὁ Σύμμαχος, «εἰς ἀπεψίαν». ἡ γὰρ ἀδηφαγία τὴν νόσον ἐπήγαγε, καὶ πολλοῖς τὸν θάνατον ἡ θεήλατος πληγή. διὸ καὶ ὁ θεῖος ἐπήγαγε Δαβίδ· «ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν». εἰκότως τοίνυν ὁ πάνσοφος παραινεῖ Παῦλος· «μὴ ποιεῖσθε τῆς σαρκὸς πρόνοιαν εἰς ἐπιθυμίαν».

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
