# Quaestiones in Octateuchum 208

Theodoretus, Quaestiones in Octateuchum, Page 208. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/208

ἡ ψῆφος τοῦ δικαιοτάτου κριτοῦ· ἔφη γάρ· «ἐὰν γένηται προφήτης ὑμῖν, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ αὐτῷ λαλήσω. οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε. καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσῆ»; ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὁ φάσκων· «ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω λέγει Κύριος». διδασκόμεθα γὰρ καὶ διὰ τούτων καὶ δι' ἐκείνων, μὴ ἀμύνεσθαι τοὺς ἀδικοῦντας, ἀλλὰ τὴν θείαν ψῆφον προσμένειν, μάλα τῶν ἀδικουμένων προμηθουμένην, ὥσπερ ἀμέλει καὶ τότε Μωϋσῆ σιγῶντος τῇ Μαριὰμ τὴν λέπραν ἐπήνεγκεν. XXIII Τί δήποτε τῶν δύο λελοιδορηκότων, ἐκείνη δίκας ἔτισε μόνη; Πρῶτον ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄρρενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ. ἔπειτα εἶχέ τινα μετρίαν συγγνώμην ὁ Ἀαρών, καὶ ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. πρὸς δὲ τούτοις, ἐπειδὴ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρών, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ καὶ ἐπαίδευσεν. οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρὸ τῆς τοῦτο δεξαμένης αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν· ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ' αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. εἶτα ὁ φιλάνθρωπος ἐδίδαξε Κύριος, ὡς οὐ δικαστικῶς αὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
