# Quaestiones in Octateuchum 209

Theodoretus, Quaestiones in Octateuchum, Page 209. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/209

τήν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν. ἔφη γάρ, «εἰ ὁ πατὴρ αὐτῆς ἐμπτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται». συνέζευκται δὲ καὶ τιμὴ τῇ ἀτιμίᾳ· οὐκ ἀπῆρε γὰρ ὁ λαὸς ἕως ἀπηλλάγη τοῦ πάθους. XXIV Τίνος χάριν κατασκόπους ἀποσταλῆναι προσέταξεν; Ἵνα προμαθόντες τῆς γῆς τὴν εὐκαρπίαν, ἐπιθυμήσωσι μεταλαχεῖν τῶν ἐπαινουμένων καρπῶν· ὀκνοῦντες δὲ καὶ ὀκλάζοντες, μηδεμίαν ἔχωσι παραίτησιν κολαζόμενοι. XXV Τί δήποτε τὸν Αὑσήν, ἡνίκα κατάσκοπον ἔπεμπεν, ἐκάλεσεν Ἰησοῦν; Ὅτι τύπος ἦν τοῦ ἀληθινοῦ Ἰησοῦ, ὃς τὸ τῶν κατασκόπων ἐμιμήσατο σχῆμα, τὴν ἡμετέραν οἰκονομῶν σωτηρίαν. καθάπερ γὰρ οἱ κατάσκοποι τῷ τῶν ἐθνῶν ἐκείνων, ἃ κατασκοποῦσι, καὶ σχήματι κέχρηνται καὶ φωνῇ, οὕτως ὁ Θεὸς λόγος τὴν ἀνθρωπείαν περιθέμενος φύσιν, καὶ τῇ ταύτης γλώττῃ χρησάμενος, τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν. XXVI Τίνα λέγει γενεὰν Ἐνάκ; Ὀνομαστότατος οὗτος ἦν καὶ πολυθρύλλητος, ὡς εἰκός, διὰ τὸ τοῦ σώματος μέγεθος· καὶ τὸ γένος δὲ πάντως τῷ προγόνῳ ἐῴκει. XXVII Τί ἐστιν, «ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν»;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
