# Quaestiones in Octateuchum 210

Theodoretus, Quaestiones in Octateuchum, Page 210. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/210

Προλέγει τὴν ἰουδαίων ἀποβολὴν καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν· καὶ ὅρκον τῇ προρρήσει προστίθησι. «ζῶ, γάρ φησιν, ἐγώ, καὶ ζῇ τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν». κατὰ δὲ τοὺς ἄλλους ἑρμηνευτάς, ὅτι «ἐμπλήσει πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου». εἶτα ἐκφέρει τὴν ψῆφον κατὰ τῶν ἀριθμηθέντων ἁπάντων, πλὴν Χαλὲβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ, οἳ πρὸς τῇ ἀληθείᾳ τῶν μηνυμάτων, τὴν εὐσεβῆ παραίνεσιν προσήνεγκαν τῷ λαῷ. ταύτῃ μέντοι παραβαλεῖν προσήκει τῇ ἀποφάσει τὴν ἐν τοῖς εὐαγγελίοις εἰρημένην· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». τύπος γὰρ τῶν μὲν ἠπιστηκότων ἰουδαίων, οἱ ἐν τῇ ἐρήμῳ πεπτωκότες δι' ἀπιστίαν· τῶν δὲ πεπιστευκότων ἐθνῶν, οἱ ἀπερίτμητοι παῖδες, οἱ ἀντ' ἐκείνων διὰ Ἰησοῦ τὴν γῆν ἀπειληφότες τὴν τοῖς προγόνοις ἐπηγγελμένην. XXVIII Τί δήποτε περὶ τῶν αὐτῶν θυσιῶν πολλὰ νενομοθέτηκεν; Ἵνα τῇ συνεχείᾳ τῆς νομοθεσίας παγίαν τῶν νόμων τὴν μνήμην ἐργάσηται. XXIX Τί ἐστι, «ψυχὴ ἥ τις ποιήσει ἐν χειρὶ ὑπερηφανίαν; Περὶ τῶν ἀκουσίως ἡμαρτηκότων νομοθετήσας ὁποίαν χρὴ θυσίαν προσενεγκεῖν, καὶ περὶ τῶν ἑκουσίως ἡμαρτηκότων νομοθετεῖ. διάφορα δὲ τὰ ἁμαρτήματα· οἱ μὲν γὰρ οὐ φέρουσι διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν τὴν τῶν παθῶν ἐπανάστασιν, καὶ ἐνδιδόντες ἡττῶνται· οἱ δὲ καὶ ἐξ ἑτέρας

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
