# Quaestiones in Octateuchum 212

Theodoretus, Quaestiones in Octateuchum, Page 212. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/212

XXXII Τὸ μέντοι Κορὲ στασιάσαι κατὰ τοῦ νομοθέτου ἔχει τινὰ λόγον· ἐκ γὰρ τῆς λευϊτικῆς ὑπῆρχε φυλῆς· Δαθὰν δὲ καὶ Ἀβειρών, καὶ Ἐλιάβ, ἐκ τοῦ Ῥουβὴν τὸ γένος κατάγοντες, ποίαν ἔχουσι τῆς στάσεως ἀφορμήν; Πρωτότοκος ἦν ὁ Ῥουβήν· καὶ ᾠήθησαν πρωτοτόκοις τὴν ἱερωσύνην ἁρμόττειν· καὶ οὐκ ἐσκόπησαν, ὡς ὁ πρόγονος αὐτῶν τῶν πρωτοτοκίων διὰ τὴν παρανομίαν ἐξέπεσεν. XXXIII Τί ἐστι, «μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν»; Ἀγὼν περὶ τῆς ἱερωσύνης ἐγίνετο· καὶ ἔμελλον καὶ οὗτοι κἀκεῖνοι προσφέρειν θυμίαμα, κριτῇ δέ, ἐχρῶντο τῷ δεσπότῃ Θεῷ. ἀθυμήσας τοίνυν ὁ προφήτης διὰ τοὺς τῆς στάσεως ἀρχηγούς, ἱκέτευε τὸν κριτήν, μὴ δέξασθαι τὸ παρανόμως ὑπὸ τῶν στασιαστῶν προσφερόμενον, καὶ εἰς μαρτυρίαν αὐτὸν τῆς οἰκείας ἐπιεικείας καλεῖ· «μὴ πρόσχῃς, γάρ φησιν, εἰς θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν». ἔργῳ δὲ τὴν μαρτυρίαν ἐβεβαίωσεν ὁ κριτής. «ἀποσχίσθητε, γάρ φησιν, ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ». δεδήλωκε δὲ πάλιν ὁ πανεύφημος Μωϋσῆς τὴν οἰκείαν πραότητα. προκυλινδούμενος γὰρ τοῦ κριτοῦ ἐβόα· «ὁ Θεὸς τῶν πνευμάτων, καὶ πάσης σαρκός, εἰ ἄν-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
