# Quaestiones in Octateuchum 213

Theodoretus, Quaestiones in Octateuchum, Page 213. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/213

θρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἡ ὀργὴ Κυρίου»; δεξάμενος δὲ ὁ φιλάνθρωπος Κύριος τὴν τοῦ θεράποντος ἱκετείαν, τῶν μὲν στασιαστῶν ἀποκριθῆναι κελεύει τοὺς ἄλλους· χῆναι δὲ νεύσας τῇ γῇ, αὐτάνδρους τὰς σκηνὰς ὑποβρυχίους ἀπέφηνε· καὶ οἱ διὰ μέσης θαλάσσης ὁδεύσαντες, ἐν τῇ γῇ κατεπόθησαν. ῥᾴδιον γὰρ τῷ ποιητῇ καὶ ξηρὰν ὁδὸν ἐν τῇ θαλάττῃ δημιουργεῖν, καὶ τῇ γῇ πάλιν εἰς τιμωρίαν ἀντὶ θαλάσσης κεχρῆσθαι. τοῖς μὲν γὰρ αἰγυπτίοις τὸν δι' ὕδατος ἐπήγαγεν ὄλεθρον, τὸν δὲ Δαθὰν καὶ Ἀβειρὼν καὶ τοὺς ἄλλους, τοῖς τῆς γῆς συνεκάλυψε κύμασι. τούτους μὲν οὖν ζῶντας τῷ ᾅδῃ παρέπεμψε, τοῦ δὲ Κορὲ τὴν συναγωγὴν πυρὶ κατηνάλωσεν. XXXIV Διὰ τί προσέταξεν ὁ Θεὸς τὰ τῶν στασιαστῶν πυρεῖα τῷ θυσιαστηρίῳ γενέσθαι περίθεμα; Εἰς ἔλεγχον τῶν κατὰ τῆς ἱερωσύνης θρασυνομένων, καὶ βεβαίωσιν τῶν ἱερουργεῖν προστεταγμένων. τοῦτο γὰρ ἐπήγαγε· «μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου». τούτου χάριν καὶ τὴν βλαστήσασαν ῥάβδον ἐντεθῆναι προσέταξεν τῇ κιβωτῷ· καὶ πάλιν ἐνομοθέτησε, τοὺς μὲν ἱερέας ἱερουργεῖν, τοὺς δὲ λευΐτας ὑπουργεῖν, μήτε τῷ θυσιαστηρίῳ, μήτε τοῖς ἱεροῖς πελάζοντας σκεύεσιν. εἶτα διδάσκει καὶ τίνα χρὴ τοὺς ἱερέας λαμβάνειν. τὰς γὰρ αὐτῷ προσφερομένας ἀπαρχὰς οἴνου καὶ σίτου, καὶ ἐλαίου καὶ ἄρτων, αὐτοὺς ἐσθίειν ἐκέλευσε. καὶ μέντοι καὶ τὰ ἀναθήματα, καὶ τὰ πρωτότοκα αὐτοὺς πάλιν λαμβάνειν διηγόρευσε· τῶν μὲν ἀκαθάρτων κτηνῶν ὁρίσας τὰ λύτρα.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
