# Quaestiones in Octateuchum 219

Theodoretus, Quaestiones in Octateuchum, Page 219. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/219

φησι, διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα». ὁ μέντοι Βαλαὰμ καὶ τοῦ Θεοῦ τὴν κηδεμονίαν μεμαθηκώς, ταῖς θυσίαις μεταπεῖσαι πειρᾶται· ἕνα τῶν ψευδωνύμων εἶναι τοπάζων, οὓς καὶ τρεπτοὺς ὀνομάζουσιν οἱ τούτων θεραπευταί. τὸ δέ, «ἐπορεύθη ἐπ' εὐθεῖαν», δηλοῖ ὅτι τὸ πρακτέον ἀληθῶς ἠβουλήθη μαθεῖν. τούτου χάριν τὸ ἀκάθαρτον στόμα τοῦ παναγίου πνεύματος ἐδέξατο τὴν ἐνέργειαν, καὶ φθέγγεται ἃ μὴ βούλεται· καὶ βοᾷ «τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; καὶ τί καταράσομαι ὃν μὴ καταρᾶται Θεός»; καὶ προαγορεύει τὰ ἐσόμενα· «ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. τίς ἐξηκριβώσατο σπέρμα Ἰακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ»; εἶτα αἰτεῖ τῆς ἐκείνων μετασχεῖν κοινωνίας· «ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων· καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων». ἐπειδὴ δὲ δυσχεράνας ὁ Βαλάκ, καὶ τοπάσας ὅτι τῶν ἑβραίων τὸ πλῆθος ἰδών, τὴν εὐλογίαν προσήνεγκεν, εἰς ἕτερον αὐτὸν ἀπήγαγε τόπον, ἐξ οὗ μέρος οἷόν τε ἦν ἰδεῖν τοῦ λαοῦ, εἰκότως πάλιν τὸ πανάγιον πνεῦμα δι' ἐκείνου φησίν· «οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἰπὼν οὐχὶ ποιήσει; λαλήσει καὶ οὐκ ἐμμενεῖ»; ἄτρεπτος, φησίν, ὦ Βαλάκ, καὶ ἀναλλοίωτος ἡ τοῦ Θεοῦ φύσις· οὐκ ἔχει γνώμην τρεπτὴν τοῖς ἀνθρώποις παραπλησίως. «ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστραφῶ».

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
