# Quaestiones in Octateuchum 22

Theodoretus, Quaestiones in Octateuchum, Page 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/22

θρωπον», καὶ «ἀπαλείψω τὸν ἄνθρωπον», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ «ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατέλλει», καὶ «ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς καὶ ἐπὶ τῶν βουνῶν ποταμούς». καὶ ἐν πάσῃ δὲ ὡς ἐπίπαν τῇ θείᾳ γραφῇ ἑνικῶς ἐστιν ἀκοῦσαι τοῦ τῶν ὅλων διαλεγομένου Θεοῦ· ὀλιγάκις δὲ πληθυντικῶς τὴν διάλεξιν σχηματίζει, τῶν τῆς τριάδος προσώπων ἐμφαίνων τὸν ἀριθμόν. καὶ γὰρ ἡνίκα τὰς γλώσσας συνέχεεν οὐχ ἑνικῶς εἶπε καταβήσομαι καὶ συγχεῶ τὰς γλώσσας, ἀλλὰ «δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας». καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ τὸ λογικὸν διέπλαττε ζῷον, ὃ μετὰ πολλὰς ἀνακαινίζειν ἤμελλε γενεάς, ταῖς τῆς ἁγίας τριάδος ἐπικλήσεσι τελεσιουργῶν τὸ πανάγιον βάπτισμα, μέλλων δημιουργεῖν τὴν ἐκεῖνα παραληψομένην τὰ μυστήρια φύσιν, αἰνιγματωδῶς καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ τὸν τῶν προσώπων παρεδήλωσεν ἀριθμόν· τῷ φάναι μὲν γὰρ «εἶπεν ὁ Θεός», τὸ κοινὸν τῆς θείας δεδήλωκε φύσεως· ἐπαγαγὼν δὲ τὸ «ποιήσωμεν», ἐνέφηνε τῶν προσώπων τὸν ἀριθμόν. οὕτω πάλιν ἑνικῶς μὲν εἰπὼν «τὴν εἰκόνα», τὸ ταὐτὸν τῆς φύσεως ἔδειξεν· οὐ γὰρ εἶπε κατ' εἰκόνας, ἀλλὰ «κατ' εἰκόνα». «ἡμετέραν» δὲ εἰρηκώς, τὸν τῶν ὑποστάσεων δεδήλωκεν ἀριθμόν· ἅπαντα γὰρ προορῶν ὁ τῶν ὅλων Θεὸς ὡς ἤδη γεγενημένα τὰ μήπω γενόμενα, καὶ προθεωρῶν τὴν τοῦ μονογενοῦς σάρκωσίν τε καὶ ἐνανθρώπησιν, καὶ ὡς ταύτην τὴν φύσιν ἐκ παρθένου λήψεται, καὶ οὕτως ἑαυτῷ συνάψει τε καὶ ἑνώσει ὡς ἓν πρόσωπον Θεοῦ τε καὶ ἀνθρώπου νοεῖσθαι καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τὴν κτίσεως ἁπάσης προσφέρεσθαι, μάλα εἰκότως καὶ αὐτὴν τοῦ γένους τὴν κρηπῖδα τιμῆς μεγίστης ἠξίωσε· καὶ πρῶτον βουλὴν τῆς δημιουργίας προτάξας

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
