# Quaestiones in Octateuchum 225

Theodoretus, Quaestiones in Octateuchum, Page 225. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/225

XLVIII Διὰ τί τῶν μαδιανιτῶν τὰς ἀνδρὶ συνημμένας ὁ νομοθέτης ἀναιρεθῆναι προσέταξεν; Ὡς πεπαιδευμένας τῆς ἀσεβείας τὰ δόγματα, καὶ διαφθείρειν τοὺς ἐξανδραποδίσαντας δυναμένας. XLIX Διὰ τί τοὺς σταθμοὺς ἀναγράπτους ὁ νομοθέτης πεποίηκεν; Ὥστε τοὺς εἰς ὕστερον ἐσομένους γνῶναι τὴν τοῦ Θεοῦ κηδεμονίαν· δι' ἀβάτων γὰρ αὐτοὺς καὶ ἀνύδρων ὁδηγήσας χωρίων, ἀφθόνως αὐτοῖς τὴν τῶν ἀναγκαίων ἐχορήγησε χρείαν. L Τί δήποτε τῷ ἀκουσίως πεφονευκότι μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν ὁρίζει τὴν κάθοδον; Ὅτι τοῦ κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέως ὁ θάνατος λύσις τῆς τῶν ἀνθρώπων ἁμαρτίας ἐγένετο. οὗτος εἰς τὸν παράδεισον ἐπανήγαγε τὸν ἐκεῖθεν ἐξορισθέντα. καὶ κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐμάλαττεν ἡ φυγὴ τοῦ πεφονευκότος τὸν τῶν ἀγχιστευόντων θυμόν, καὶ τὴν φονικὴν αὐτῶν ὁρμὴν ἐχαλίνου. τὸ δὲ μετὰ τὴν τελευτὴν τοῦ ἀρχιερέως λυθῆναι τοῖς φεύγουσι τὴν τιμωρίαν, ἱκανὸν ἦν πεῖσαι τοὺς ἀγχιστεύοντας σβέσαι λοιπὸν τὴν ὀργήν, ὡς τοῦ ἀρχιερέως τετελευτηκότος, ἐφ' οὗ τὸ πλημμέλημα γέγονε· καὶ τοῦ νομοθέτου ταύτην ὁρίσαντος, καὶ τῇ πλημμελείᾳ, καὶ τῇ τιμωρίᾳ τὴν λύσιν. LI Τίνος χάριν τὰς φυλὰς διακεκρῖσθαι προσέταξεν;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
