# Quaestiones in Octateuchum 228

Theodoretus, Quaestiones in Octateuchum, Page 228. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/228

οὐ δεύτερον νόμον ἔδωκεν, ἀλλὰ τῆς προτέρας ἀναμιμνήσκει νομοθεσίας, αὐτὸ διδάσκει τοῦ βιβλίου τὸ προοίμιον. «ἤρξατο, γάρ φησι, Μωϋσῆς διασαφῆσαι τὸν νόμον τοῦτον, λέγων, Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρήβ». εἶτα εἰρηκώς, καὶ ὡς προσέταξεν αὐτοὺς εἰσελθόντας κληρονομῆσαι τὴν γῆν, ἐπήγαγεν, ὡς κατ' ἐκεῖνον εἰρήκει τὸν καιρόν, ὅτι, μόνος ἐγὼ τοσούτων προστατεύειν οὐ δύναμαι μυριάδων καὶ διὰ τοῦτο κατέστησα, φησί, χιλιάρχους καὶ ἑκατοντάρχους, ὥστε ἔχειν αὐτοὺς τῆς ἀρχῆς κοινωνούς. τούτων δὲ τῶν λόγων ἀνέμνησεν, ἐπειδήπερ Ἰησοῦν τὸν Ναυῆ κατέστησε τῆς ἡγεμονίας διάδοχον· διδάσκων ὡς καὶ ἔτι περιὼν ἑτέροις τὴν προστασίαν ἐπίστευσε καὶ ὅτι χρὴ καὶ τούτῳ προθύμως ὑπακούειν, καὶ τὰ κελευόμενα δρᾶν. ἀναμιμνήσκει δὲ αὐτούς, ὅπως μὲν ὁ Θεὸς προσέταξε παραλαβεῖν αὐτοὺς ἣν ἐπηγγείλατο γῆν· ὅπως δὲ κατασκόπους αὐτοῖς πεμφθῆναι προτέρους ἠξιώθησαν, καὶ ὅτι ἐκείνων ἐπανελθόντων καὶ τὰ περὶ τῆς γῆς μεμηνυκότων, ἠπίστησαν μὲν τῷ σεσωκότι Θεῷ ἀπολαβεῖν δὲ τὴν γῆν οὐκ ἠθέλησαν· ὡς χαλεπῆναι μὲν τὸν δεσπότην Θεὸν ἀποφήνασθαι δὲ κατὰ πασῶν ἐκείνων τῶν μυριάδων, ὥστε μηδένα ἐκείνων εἰς ἐκείνην τὴν γῆν εἰσελθεῖν, πλὴν Χαλὲβ υἱοῦ Ἰεφωνῆ. «οὗτος, φησίν, ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφ' ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον». τούτου μέντοι ἐμνημόνευσε μόνου· καὶ τὸν Ἰησοῦν ἔταξεν ὡς ἄρχοντα καὶ στρατηγὸν καὶ προφήτην· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. εἰπὼν γάρ, ὅτι «κἀμοὶ ὠργίσθη δι' ὑμᾶς ὁ δεσπότης Θεός»· ὑμῶν γάρ με θορυβησάντων, οὐ κατὰ λόγον τῷ θείῳ προστάγματι διηκόνησα, καὶ τούτου χάριν εἰσαγαγεῖν ὑμᾶς εἰς τὴν γῆν ἐκείνην κεκώλυμαι. ἀνέμνησε τῶν παρὰ τοῦ Θεοῦ πρὸς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
