# Quaestiones in Octateuchum 230

Theodoretus, Quaestiones in Octateuchum, Page 230. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/230

ᾧ ἐστὶν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν ἅπασιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα»; κελεύει δὲ μὴ μόνον αὐτοὺς φυλάττειν τοῦ Θεοῦ τοὺς νόμους, ἀλλὰ καὶ τοὺς παῖδας καὶ τοὺς ἐγγόνους ἐν εὐσεβείᾳ διατρέφειν, καὶ παιδόθεν τὰς θείας ἐντολὰς ἐκπαιδεύειν. εἶτα πάλιν αὐτοὺς ἀνέμνησεν, ὅπως αὐτοῖς ὁ τῶν ὅλων ἐπέφανε Θεός, λόγους μὲν διὰ πυρὸς ἀφείς, οὐδὲν δὲ εἶδος ἐπιδεικνύς. τοῦτο γὰρ ἔφη· «ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ ἴδετε, ἀλλ' ἢ φωνήν». ταῦτα δὲ λέγει παιδεύων αὐτοὺς μηδὲν ἴνδαλμα τεκτήνασθαι, μηδὲ πειραθῆναί ποτε θείαν εἰκόνα κατασκευάσαι, ἐπειδὴ τοῦ ἀρχετύπου τὸ εἶδος οὐχ ἑωράκασιν· ὅθεν πάλιν ἐπήγαγε· «μὴ ἀνομήσητε μηδὲ ποιήσητε ὑμῖν αὐτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πετομένου, ὃ πέταται ὑπὸ τὸν οὐρανόν· ὁμοίωμα παντὸς ἑρπετοῦ, ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς». ταῦτα πάντα, φησίν, εἰς χρείαν ὑμετέραν πεποίηκεν ὁ Θεός· ἀνοίας τοίνυν ἐσχάτης τὸ εἰκόνας τῶν ὑπηκόων θεοποιεῖν. προστέθεικε δὲ καὶ ταῦτα· «μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδῶν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ». ταῦτα φησίν, εἰς τὴν τῶν ἀνθρώπων κατεσκεύασεν χρείαν ὁ ποιητής· μὴ τοίνυν ὑπο-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
