# Quaestiones in Octateuchum 231

Theodoretus, Quaestiones in Octateuchum, Page 231. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/231

λάβῃς θεοὺς τοὺς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀφορισθέντας ὥστε ταῖς χρείαις τῶν ἀνθρώπων διακονεῖν. οὕτω γὰρ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· «ἅτινα διεκόσμησεν ὁ Θεός σου εἰς τοὺς λαοὺς ὑφ' ὅλον τὸν οὐρανόν». εἶτα δεδίττεται αὐτοὺς ταῖς ἀπειλαῖς, ὡς εἰ τολμήσαιεν τὸν θεῖον παραβῆναι νόμον, καί τινος τῶν ὄντων ὁμοίωμα κατασκευάσαι καὶ θεοποιῆσαι, εἰς πᾶσαν αὐτοὺς διασπερεῖ τὴν γῆν, καὶ ὡς δουλεύοντες τοὺς ψευδωνύμους θεοὺς προσκυνήσουσιν. ἔπειτα πάλιν ἀπὸ συγκρίσεως δείκνυσι τὸ παντοδύναμον τοῦ Θεοῦ. «ἐπερωτήσατε, γάρ φησιν, ἡμέρας τὰς προτέρας γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ῥῆμα τοῦτο, εἰ ἠκούσατε τοιοῦτον, εἰ ἀκήκοεν ἔθνος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας». ἔφη δὲ καὶ ὅπως αὐτοὺς ἠλευθέρωσε τῆς πικρᾶς τῶν αἰγυπτίων δουλείας. συνεχῶς μέντοι διδάσκει αὐτοὺς καὶ ὡς οὐρανόθεν αὐτοῖς ὁ τῶν ὅλων διελέχθη Θεός, καὶ ἐκ μέσου τοῦ πυρὸς φωνῇ κεχρημένος νενομοθέτηκεν, ἵνα μηδεμίαν εἰκόνα κατασκευάσωσι τοῦ ἀοράτου Θεοῦ. διδάσκει δὲ καὶ ὡς πάμπαν ἀμήχανον θείαν εἰκόνα κατασκευάσαι· οὐ γὰρ μόνον ἀόρατον ἔχει τὴν φύσιν, ἀλλὰ καὶ πάμπαν ἀπερίγραφον. «Κύριος, γάρ φησιν, ὁ Θεός σου, οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ». ἰστέον μέντοι, ὡς οὐκ ἐν ἡμέρᾳ μιᾷ ταῦτα πάντα ὁ προφήτης τῷ λαῷ διελέχθη, ἀλλ' ἐν πολλαῖς αὐτοῖς ἡμέραις τὴν διδασκαλίαν προσήνεγκεν. ὅθεν πολλάκις τοὺς αὐτοὺς λόγους ἀνακυκλοῖ, ἵνα τῇ συνεχείᾳ παγίαν τὴν μνήμην ἐργάσηται. αὐτίκα γοῦν μετὰ τὴν διάλεξιν ταύτην, τὰ περὶ τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
