# Quaestiones in Octateuchum 235

Theodoretus, Quaestiones in Octateuchum, Page 235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/235

Οὐ δεῖται σαφηνείας ὁ νόμος· ἑαυτὸν γὰρ ἑρμηνεύει. ἔφη γάρ, «ὅτι ἀποστήσουσι τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις». ἀναγκαίως μέντοι καὶ τὴν αἰτίαν αὐτοὺς τῆς θείας διδάσκει κηδεμονίας· «οὐ γὰρ διὰ τὸ πλείους εἶναι, φησί, τῶν ἐθνῶν προέκρινεν ὑμᾶς ὁ Θεός, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν καὶ τὴν γεγενημένην πρὸς ἐκείνους ὑπόσχεσιν». εἶτα τὸ ἀληθὲς αὐτοῦ δεικνύς, ἐπήγαγεν· «ὅτι ὁ Θεὸς πιστὸς φυλάσσων διαθήκην καὶ ἔλεον τοῖς ἀγαπῶσιν αὐτόν, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ, εἰς χιλίας γενεάς». καὶ ἐπειδὴ ἀτελεῖς ἦσαν, καὶ τροφῆς γαλακτώδους ἐδέοντο καὶ ἀκούειν περὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἐδύναντο, ὑπισχνεῖται αὐτοῖς πολυγονίαν, καὶ γῆς εὐκαρπίαν καὶ ποιμνίων καὶ βουκολίων εὐεξίαν, καὶ σώματος ὑγείαν καὶ τὴν ἐν πολέμοις νίκην καὶ ὅσα τοιαῦτα. ἔπειτα πάλιν αὐτοὺς ἀνέμνησε τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς καὶ τὰς ταύτης αἰτίας ἐδίδαξεν· «ἐκάκωσε, γάρ φησι, καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ». διὰ μέντοι τούτων καὶ ἡμεῖς παιδευόμεθα μὴ δυσχεραίνειν δυσκολίαις τισὶ περιπεσόντες, ἀλλὰ στέργειν τὰς θείας οἰκονομίας, καὶ προσμένειν τὴν λύσιν τῶν πειρασμῶν, ἐπιδείκνυσι δὲ καὶ τὰς ἄλλας εὐεργεσίας· «τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη. καὶ γνώσῃ τῇ καρδίᾳ σου, ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτως Κύριος ὁ Θεός σου παιδεύσει σε καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
