# Quaestiones in Octateuchum 236

Theodoretus, Quaestiones in Octateuchum, Page 236. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/236

τοῦ Θεοῦ σου, πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν». μετὰ τὸν πειρασμὸν ἡ παράκλησις· μετὰ τῆς παιδείας ἡ ψυχαγωγία· λιμὸς καὶ τρυφή, ὁδοιπορίας πόνος καὶ σώματος εὐπάθεια, σπάνις ἀναγκαίων καὶ τῶν εὐφθάρτων ἱματίων καὶ ὑποδημάτων τὸ διαρκές. εἶτα παραινεῖ νικῶντας μὴ τῇ οἰκείᾳ ῥώμῃ τὴν νίκην ἐπιγράφειν, ἀλλὰ τῷ ἐπικούρῳ καὶ προμάχῳ Θεῷ. VII Τίνας λέγει υἱοὺς Ἐνάκ; Ἀπόγονοι γιγάντων ἦσαν, ὡς ἡ ἱστορία διδάσκει. τοῦτο γὰρ ἔφη· «λαὸν πολὺν καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας· τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ἐνάκ»; τὸ δέ, «σὺ οἶσθα καὶ ἀκήκοας», τέθεικε, τῶν λόγων ἀναμιμνῄσκων τῶν ἐκείνην κατασκοπησάντων τὴν γῆν. ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι «ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες». οὕτω τὸν ἐπὶ τῇ ῥώμῃ καταστείλας τύφον, διδάσκει αὐτοὺς μηδὲ ἐπὶ τοῖς τῆς ψυχῆς κατορθώμασι μέγα φρονεῖν. «μὴ εἴπῃς, γάρ φησιν, ἐν τῇ καρδίᾳ σου, ὅτι διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην. διὰ γὰρ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων, Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν». ταῦτα δὲ ἔφη, δύο κατὰ ταὐτὸν πραγματευόμενος, καὶ μετριάζειν διδάσκων αὐτοὺς καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸ πᾶν ἐπιγράφειν· καὶ προλέγων, ὡς τὰ παραπλήσια πείσονται τοῖς ἔθνεσιν ἐκείνοις, εἰ τὰ ὅμοια δράσαιεν. εἰς καιρὸν δὲ καὶ τῶν ἐν τῇ ἐρήμῳ παρανομηθέντων ἀνέμνησε,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
