# Quaestiones in Octateuchum 237

Theodoretus, Quaestiones in Octateuchum, Page 237. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/237

τὸν λόγον ἐκεῖνον κρατύνων, ὡς οὐ διὰ τὰς δικαιοσύνας αὐτῶν κληρονομήσουσι τὴν γῆν· «μνήσθητι, γὰρ ἔφη, καὶ μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ». ἤγαγε δὲ εἰς μέσον καὶ τὴν τοῦ μόσχου λατρείαν, καὶ ὅτι διὰ τὴν ἐκείνων ἀσέβειαν τὰς θεοσδότους συνέτριψε πλάκας· καὶ ὡς σπουδαίαν ἱκετείαν προσενεγκὼν ἱλεώσατο τὸν Θεὸν μάλα καὶ αὐτοῖς καὶ τῷ Ἀαρὼν ὀργιζόμενον· «καὶ ἐπὶ Ἀαρών, γάρ φησιν, ἐθυμώθη Κύριος σφόδρα ἐξολοθρεῦσαι αὐτὸν καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καίρῳ ἐκείνῳ». οὕτω καὶ τὰ ἄλλα γεγενημένα διεξελθών φησι· «καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεὸς αἰτεῖ παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σοῦ»; καὶ ἵνα μὴ τοπάσωσι τὸν Θεὸν ταῦτα νομοθετεῖν, ὡς θυμάτων δεόμενον, ἐπήγαγεν· «ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς· πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς· καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη». διδασκόμεθα δὲ διὰ τούτων, ὡς ἀπολαύουσι παῖδες ἀγαθῶν διὰ τὴν τῶν προγόνων εὐσέβειαν. ἐδίδαξε δὲ καὶ ποία περιτομὴ τῷ Θεῷ προσφιλής· «περιτεμεῖσθε, γὰρ ἔφη, τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι», καὶ ταῦτα ἐλέγετο τοῖς μηδέπω τὴν ἀκροβυστίαν περιτμηθεῖσιν. Ἰησοῦς γὰρ ὁ τοῦ Ναυῆ μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην ἐν Γαλγάλοις αὐτοὺς περιέτεμεν. ἀλλ' ὅμως καὶ ἀπεριτμήτοις οὖσιν οὐκ ἐκέλευσε τὴν ἀκροβυστίαν περιτμηθῆναι, ἀλλὰ τὴν σκλη-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
