# Quaestiones in Octateuchum 239

Theodoretus, Quaestiones in Octateuchum, Page 239. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/239

λειτουργίας ἐπιτελοῦντες, οὐκ ἐν ἑνὶ μέντοι τόπῳ ταύτας ἐπετέλουν, ἀλλ' ἐν ἑκάστῳ σταθμῷ. συνεχῶς γὰρ μετέβαινον. ἅτε δὴ τεσσαρακοντούτην χρόνον ἐν τῇ ἐρήμῳ καταναλώσαντες. ἀπαγορεύει τοίνυν ἐν τῇ γῇ τῆς ἐπαγγελίας τὰ παραπλήσια δρᾶν, ἵνα μὴ πρόφασιν λάβωσι τοῖς ψευδωνύμοις θύειν θεοῖς. παρεγγυᾷ δὲ ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τὰς θείας ἐπιτελεῖν λειτουργίας, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. ἐν ἐκείνῳ τῷ τόπῳ καὶ θύειν καὶ εὐωχεῖσθαι παρακελεύεται· «ἔσται, γάρ φησιν, ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς ὑμῶν, ἐπικληθῆναι ἐκεῖ τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν», καὶ τὰ ἑξῆς. τὰ δὲ δόματα οἱ λοιποὶ «τὰ ἑκούσια» ἡρμήνευσαν, τουτέστιν, ὅσα ἂν ἑκόντες προσενεγκεῖν ἐθελήσητε. εἶτα ἀπαγορεύσας τὸ ἐν παντὶ τόπῳ τὰς θυσίας προσφέρειν, εἰ κρεῶν μεταλαβεῖν ἐπιθυμήσαιεν, μεταλαβεῖν συνεχώρησεν, ἐν αἷς κατοικοῦσι πόλεσι, τοῦ μὲν ἱερέως θύοντος, τοῦ δὲ αἵματος εἰς τὴν γῆν ἐκχεομένου. ἐκέλευσε δὲ καὶ τὸν ἀκάθαρτον σὺν τῷ καθαρῷ τῶν τοιούτων ἀδιαφόρως ἀπολαῦσαι κρεῶν, διδάσκων ὡς τὰ τοιαῦτα θύματα κοινά ἐστι, καὶ οὐ θεῖα. τῶν γὰρ δὴ θυσιῶν οὐκ ἐξὸν ἦν τοῖς ἀκαθάρτοις μεταλαμβάνειν, ὅθεν εἰκότως ἐπήγαγεν· «φάγετε αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον». ταῦτα δὲ καθαρὰ μὲν ἦν, εἰς δὲ θυσίαν οὐ προσεφέρετο. X Τὰς δεκάτας τοῖς ἱερεῦσι προσφέρειν νομοθετήσας, πῶς ἔφη, «οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὰ ἐπιδέκατα

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
