# Quaestiones in Octateuchum 241

Theodoretus, Quaestiones in Octateuchum, Page 241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/241

ἠδυνήθησαν. ἃ γὰρ συνεχώρησεν ὁ Θεὸς εἰργάσαντο μόνα· τοῦτο καὶ ἐνταῦθα δεδήλωκεν. εἰρηκὼς γάρ, «ἐὰν ἀναστῇ ἐν σοὶ προφήτης ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δώσει σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρὸς σέ· καὶ εἴπῃ, πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ οἴδατε· οὐκ εἰσακούσεσθε τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμῶν, εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐκ ὅλης τῆς διανοίας ὑμῶν». τοιγάρτοι τοῦ Θεοῦ συγχωροῦντος ὁ ψευδοπροφήτης τερατουργεῖ. διδασκόμεθα δὲ μὴ προσέχειν σημείοις, ὅτ' ἂν ὁ ταῦτα δρῶν ἐναντία τῇ εὐσεβείᾳ διδάσκει. ἐκέλευσε δὲ καὶ τὸν ψευδοπροφήτην ἀποκτανθῆναι, καὶ τὸν λαὸν τῆς πονηρᾶς διδασκαλίας ἀπαλλαγῆναι. «ἀφανιεῖτε, γάρ φησι, τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν». ἐπειδὴ δὲ συνέβαινεν ἢ ἀδελφὸν ἢ φίλον ἢ συγγενῆ τῇ πλάνῃ δεδουλευκότα πειραθῆναι φενακίσαι καὶ ἄλλους, ἀναγκαίως καὶ περὶ τούτου νενομοθέτηκε, καὶ προσέταξε δῆλον ἀποφανθῆναι τὸν τῆς ἀσεβείας διδάσκαλον, καὶ πρῶτον ἀφεῖναι λίθον τὸν τῶν τοιούτων ὑπακούσαντα λόγων· εἶθ' οὕτως πάντα τὸν λαὸν καταλεῦσαι τὸν ἀλιτήριον, καὶ τῇ τούτου τιμωρίᾳ σωφρονισθῆναι τοὺς ἄλλους. XIII Τί ἐστιν, «οὐ φοιβήσετε καὶ οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ»; Τῶν δυσσεβῶν ἐθνῶν ἀπαγορεύει τὰ ἔθη· καὶ διὰ μὲν τοῦ, «οὐ φοι-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
