# Quaestiones in Octateuchum 243

Theodoretus, Quaestiones in Octateuchum, Page 243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/243

αὐτῷ μερὶς μετὰ σοῦ οὐδὲ κλῆρος». εἶτα περὶ τῶν ὀφειλόντων δοθῆναι τοῖς λευΐταις νομοθετεῖ. «μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· καὶ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου, καὶ ἐλεύσεται ὁ λευΐτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ· καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα, οἱ ἐν ταῖς πόλεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου οἷς ἂν ποιῇς». ἰστέον δέ, ὡς Ἰώσηππος, ἐντεῦθεν λαβὼν ἀφορμήν, μᾶλλον δὲ καὶ τὸ ἰουδαίων ἐπιστάμενος ἔθος ὡς ἰουδαῖος, τρεῖς ἔφη δεκάτας προστεταχέναι τὸν νόμον προσφέρεσθαι, τὴν μὲν τοῖς λευΐταις, τὴν δὲ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις, τὴν δὲ ἄλλην ταῖς τῶν προσφερόντων εὐωχίαις. XIV Διὰ τί τὸ πεπηρωμένον πρωτότοκον ἀπαγορεύει προσφέρειν; Διὰ τῶν ἀλόγων παιδεύων τοὺς λογικούς, ἄρτιον ἔχειν τὸ φρόνημα πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένον. XV Τίς ὁ τῶν ἀζύμων λόγος; Ὁ νόμος ἡμᾶς ἐδίδαξεν. ἔφη γάρ, «ἐπτὰ ἡμέρας φάγῃ ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου». ἀποχρῶντος δὲ καὶ περὶ τούτου εἰρήκαμεν ἤδη τὴν Ἔξοδον ἑρμηνεύοντες.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
