# Quaestiones in Octateuchum 249

Theodoretus, Quaestiones in Octateuchum, Page 249. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/249

Ἐπαγγελλόμενος τῷ Θεῷ, χρέος νόμιζε τὴν ὑπόσχεσιν, σπούδασον τοίνυν ταύτην ἀποδοῦναι συντόμως. τοῦτο γὰρ ἔφη· «οὐ χρονιεῖς ἀποδοῦναι τὴν εὐχήν σου, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται σοι ἁμαρτία». εἶτα διδάσκων, ὅτι τῆς ἐξουσίας ἐστὶ τῆς γνώμης τὸ ὑποσχέσθαι ἢ μή, ἐπήγαγεν· «ἐὰν δὲ μὴ θελήσῃς εὔξασθαι, οὐκ ἔσται σοι ἁμαρτία». ὅθεν καὶ ὁ μακάριος Δαβίδ· «ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου». πάλιν μέντοι τὸν περὶ τῆς λέπρας τεθεικὼς νόμον, τῆς Μαρίας ἀνέμνησε, λέγων· «μνήσθητι ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῇ Μαριὰμ ἐν τῇ ὁδῷ», διδάσκων ὡς θεήλατος ἡ πληγὴ καὶ ταύτην αὐτοῖς ἁμαρτάνουσιν ἐπέφερεν ὁ Θεός· καὶ αὖ πάλιν μεταμελουμένων ἔπαυσε. καὶ μέντοι καὶ περὶ τῆς τῶν παίδων ἀπειλῆς τὸ ἀμφίβολον ἔλυσεν. ἔφη γάρ· «οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὐδὲ τέκνα ὑπὲρ πατέρων. ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται». εἰκὸς γὰρ καὶ πατέρας συμβουλεῦσαι μὲν παισὶ τὰ συμφέροντα· μηδὲν δὲ διὰ τὴν ἐκείνων ἀπείθειαν ὀνῆσαι· καὶ παῖδας κρείττους τῶν πατέρων γενέσθαι. XXX Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος τεσσαράκοντα λαμβάνειν τὸν πλημμελήσαντα μάστιγας, παρὰ μίαν πληγὴν ἐπιφέρουσιν ἰουδαῖοι; Ἐπειδὴ ὁ πλείων ἀριθμὸς τὸν αἰκιζόμενον ἀτιμοῖ· «ἐὰν γὰρ προσθῶσι μαστιγῶσαι αὐτόν, ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου». παρὰ μίαν διδόασιν, ἵνα μὴ τὸν ἀκριβῆ φυλάττοντες ἀριθμὸν καὶ ἄκοντες τὸν τυπτόμενον ἀτιμάσωσι, τὸν περιττὸν ἐπιφέροντες.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
