# Quaestiones in Octateuchum 25

Theodoretus, Quaestiones in Octateuchum, Page 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/25

ρονομεῖν σωτηρίαν»; καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις, «ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς». τινὲς δέ, «κατ' εἰκόνα Θεοῦ» κατὰ τὸ ἀρχικὸν γεγενῆσθαι τὸν ἄνθρωπον ἔφασαν, τεκμηρίῳ κεχρημένοι σαφεστάτῳ, τῷ τὸν ποιητὴν ἐπαγαγεῖν, «καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς»· ὥσπερ γὰρ αὐτὸς τῶν ὅλων ἔχει τὴν δεσποτείαν, οὕτω δέδωκε τῷ ἀνθρώπῳ τῶν ἀλόγων ζῴων τὴν ἐξουσίαν, ἔστι δὲ καὶ ἄλλα εὑρεῖν ὡς ἀρχετύπου μιμήματα· δημιουργεῖ γὰρ καὶ ἄνθρωπος κατὰ μίμησιν τοῦ πεποιηκότος Θεοῦ, καὶ οἰκίας καὶ τείχη καὶ πόλεις καὶ λιμένας καὶ ναῦς καὶ νεώρια, καὶ ἅρματα καὶ ἕτερα μυρία· οἷον οὐρανοῦ ἐκτυπώματα καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἰνδάλματα, καὶ ἀνθρώπων καὶ ζῴων ἀλόγων εἰκόνας, ἀλλ' ἄπειρον τὸ τῆς δημιουργίας διάφορον. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς καὶ ἐξ ὄντων καὶ ἐκ μὴ ὄντων δημιουργεῖ, καὶ δίχα πόνου καὶ χρόνου· ἅμα γὰρ τῷ βουληθῆναι παράγει τὸ δόξαν· ἄνθρωπος δὲ δεῖται μὲν ὕλης, δεῖται δὲ καὶ ὀργάνων καὶ βουλῆς καὶ ἐνθυμήσεων καὶ χρόνου καὶ πόνου καὶ τεχνῶν ἑτέρων εἰς τὴν τοῦ γενομένου κατασκευήν. ὁ γὰρ οἰκοδόμος δεῖται χαλκέως, καὶ ὁ χαλκεὺς μεταλλέως, καὶ ἀνθρακέως· καὶ πάντες ὁμοῦ τῶν ὑλοτόμων καὶ οἱ ὑλοτόμοι τῶν φυτουργῶν τε καὶ γεωργῶν· καὶ οὕτως ἑκάστη τέχνη παρὰ τῶν ἄλλων τεχνῶν τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
