# Quaestiones in Octateuchum 251

Theodoretus, Quaestiones in Octateuchum, Page 251. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/251

πλησθήσονται». ὅτι μέντοι οὐκ ἐν μιᾷ ἡμέρᾳ τῷ λαῷ ταύτην τὴν διδασκαλίαν ὁ προφήτης προσήνεγκε, καὶ ταῦτα δηλοῖ. «προσέταξε, γάρ φησι, Μωϋσῆς καὶ ἡ γερουσία Ἰσραήλ, λέγοντες· φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον». εἶτα ἐκέλευσεν ὁ δεσπότης Θεὸς μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην, δύο στῆσαι λίθους μεγάλους, καὶ κονιάσαι αὐτούς, καὶ ταύτας ἐπιγράψαι τὰς ἐντολάς· ἔπειτα ἐκ λίθων αὐτοφυῶν οἰκοδομῆσαι θυσιαστήριον ἐν τῷ ὄρει Γεβάλ, καὶ τὰς νενομισμένας ἐπιτελέσαι θυσίας· καὶ πρὸς ταῖς ἄλλαις, οἷόν τινα χαριστήριον τὴν τοῦ σωτηρίου· καὶ μετὰ ταῦτα εὐωχηθῆναι τὸν εὐεργέτην ἀνυμνοῦντας Θεόν. XXXIV Τί δήποτε κατάραις αὐτοὺς καὶ εὐλογίαις ὑπέβαλεν; Ὁ δεσπότης Χριστὸς τὰ τέλεια μαθήματα τοῖς τελείοις προσενεγκών, βασιλείαν μὲν οὐρανῶν τοῖς ταῦτα πληροῦσιν ὑπέσχετο, ἠπείλησε δὲ τοῖς παραβαίνουσι γέενναν. ἰουδαίοις δὲ χαμαιπετὲς ἔχουσι καὶ χαμαίζηλον φρόνημα, τὰς τῇ γῇ προσηκούσας ἀρὰς καὶ εὐλογίας ἀπένειμεν. οἱ γὰρ μηδὲ τοῖς ὁρωμένοις πιστεύσαντες θαύμασι, πῶς ἂν ἐδέξαντο τὰ τῷ μέλλοντι βίῳ προσήκοντα; ἐπισημήνασθαι δὲ χρή, ὡς τὰς μὲν εὐλογίας ταῖς ἐκ τῶν ἐλευθέρων βεβλαστηκυίαις φυλαῖς ἀπένειμε, καὶ τὴν ἱερατικὴν ἐνταῦθα τῷ λαῷ συνηρίθμησε, καὶ τὴν τοῦ Ἰωσὴφ διπλῆν οὖσαν, ὡς μίαν προσέταξεν εὐλογεῖν. τὰς δὲ κατάρας τοῖς ἡμιδούλοις ἐκλήρωσε· συντάξας αὐτοῖς διὰ τὸν τῶν φυλῶν ἀριθμὸν τὸν Ῥουβὶν καὶ τὸν Ζαβουλών· τὸν μὲν ὡς ἁμαρτίᾳ περιπεπτωκότα, τὸν δὲ ὡς ἔσχατον τῶν τῆς Λείας υἱῶν. ἐπαρᾶσθαι δὲ πρὸ τῶν ἄλλων ἁπάντων ἐκέλευσε τοῖς εἰς τὸ θεῖον ἀσεβοῦσι, καὶ τὰ χειροποίητα προσκυνοῦσιν ἀγάλματα. εἶτα τοῖς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
