# Quaestiones in Octateuchum 253

Theodoretus, Quaestiones in Octateuchum, Page 253. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/253

αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ ἐνοικήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν· ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ», καὶ τὰ ἑξῆς, τὴν αὐτὴν τούτοις ἔχει διάνοιαν. προστίθησι δὲ καὶ ἑλκῶν ἀπειλάς, καὶ παθημάτων διαφοράς, καὶ ἀνδραποδισμοὺς καὶ τὸ πάντων χαλεπώτατον· «ὁ προσήλυτος, φησίν, ὅστις ἔστι σοι, ἀναβήσεται ἐπὶ σὲ ἄνω, σὺ δὲ καταβήσῃ κάτω». αἰνίττεται δὲ διὰ τούτων τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν αὐτῶν ἀπιστίαν προεῖπεν αὐτοῖς, καὶ τὴν ὑπ' ἀσσυρίων καὶ βαβυλωνίων καὶ μακεδόνων καὶ τὸ τελευταῖον τὴν ὑπὸ ῥωμαίων γεγενημένην πολιορκίαν καὶ τῆς πολιορκίας τὰς συμφοράς. «φάγῃ, γὰρ ἔφη, τὰ ἔγγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου», καὶ τὰ ἄλλα ὅσα μετὰ τὴν πεῖραν ὁ προφήτης Ἱερεμίας ἔφη τοὺς θρήνους συγγράφων. ἠπείλησε δὲ οὐ μόνον ταύτας, ἀλλὰ καὶ ἑτέρας πολλαπλασίας ἐποίσειν αὐτοῖς τιμωρίας, τὰς θείας παραβαίνουσιν ἐντολάς. ἠπείλησεν αὐτοῖς καὶ τὴν αἰγυπτίων δουλείαν ἧς πεῖραν λαβόντες ἔναυλον εἶχον τὴν μνήμην. οἱ γὰρ ἐξανδραποδίζοντές σε, φησίν, ἐκεῖνοί σε ἀποδώσονται. XXXV Ταύτας τὰς ἀρὰς καὶ τὰς εὐλογίας τοῖς τούτων οὐκ ἐδεδώκει πατράσιν. ἔχει τοίνυν ἡ βίβλος αὕτη καινήν τινα παρὰ τὰς ἄλλας διδασκαλίαν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
