# Quaestiones in Octateuchum 257

Theodoretus, Quaestiones in Octateuchum, Page 257. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/257

αἰτίας ἐπιζητήσῃς καὶ ἐξιλεώσῃ τὸν νομοθέτην, οἴκτῳ χρώμενος ἐπανάξει σε καὶ τὴν πατρῴαν ἀποδώσει σοι γῆν. καὶ τοῦτο πολλάκις γεγένηται καὶ διδάσκει σαφῶς καὶ τῶν Κριτῶν ἡ βίβλος καὶ τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων αἱ ἱστορίαι. ὕστερον μέντοι κατὰ τοῦ σωτῆρος λυττήσαντες εἰς ἅπασαν μὲν γῆν καὶ θάλατταν διεσπάρησαν. τετρακοσίων δὲ διεληλυθότων ἐτῶν, οὐκ ἔτυχον ἀνακλήσεως. ἐπέδειξε δὲ καὶ τῆς τῶν νόμων φυλακῆς τὴν εὐκολίαν· «ἡ ἐντολή, γάρ φησιν, αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκος οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ· οὐκ ἐν τῷ οὐρανῷ ἐστι, λέγων· τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καὶ λήψεται ἡμῖν αὐτὴν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; οὐδὲ πέραν τῆς θαλάσσης λέγων· τίς διαπεράσει εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήψεται ἡμῖν αὐτὴν καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτὴν καὶ ποιήσομεν»; οὔτε πτερῶν σοι, φησί, χρεία εἰς πτῆσιν, οὔτε πλοίων εἰς ἀποδημίαν, ἵνα διδαχθῇς τὸ πρακτέον· «ἀλλ' ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό». δηλοῖ δὲ διὰ μὲν τοῦ στόματος, τὴν τῶν θείων λογίων μελέτην, διὰ δὲ τῆς καρδίας, τὴν τῆς ψυχῆς προθυμίαν· διὰ δὲ τῶν χειρῶν, τὴν πρᾶξιν τῶν ἐντολῶν. ταύτῃ τῇ μαρτυρίᾳ καὶ ὁ θεῖος ἐχρήσατο Παῦλος· «ἐάν, γάρ φησιν, ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν». τέθεικε δὲ καὶ τῆς τῶν νόμων φυλακῆς καὶ τῆς παραβάσεως τὰ ἆθλα, τὴν ζωὴν καὶ τὸν θάνατον.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
