# Quaestiones in Octateuchum 261

Theodoretus, Quaestiones in Octateuchum, Page 261. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/261

τῶν ἐν τῇ Ἰουδαίᾳ. τὰ γὰρ αὐτὰ καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ ἐκεῖνοι ὑπὸ τῶν ἰουδαίων τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων καὶ Θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων». ταῦτα καὶ ὁ Κύριος αὐτῶν κατηγόρησεν ἐν τῇ τοῦ ἀμπελῶνος παραβολῇ, ὅτι τῶν δούλων «ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν»· τούτου χάριν αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην διέσπειρεν. XLIII Τί δήποτε διὰ σμικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωϋσῆς προσετάχθη τὴν γῆν, εἰσαγαγεῖν δὲ τὸν λαὸν ἐκωλύθη; Διδάσκει διὰ τούτων ἡμᾶς ὁ δεσπότης, ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀρετὴν ἀπαιτεῖ καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. τοῦτο καὶ σοφός τις ἔφη· «ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται». καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· «ᾧ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ, ᾧ δὲ πολὺ δοθήσεται, πολὺ ἀπαιτήσουσι παρ' αὐτοῦ». ἰστέον μέντοι καὶ τοῦτο, ὡς ἕτερα δι' ἑτέρων ὁ δεσπότης οἰκονομεῖ. ὥσπερ ἀμέλει καὶ τουτονὶ τὸν μέγαν προφήτην οὐκ εἴασεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν τὸν λαόν, ἵνα μὴ ὡς Θεὸν αὐτὸν σεβασθῶσιν οἱ ἰσραηλῖται· οἱ γὰρ τὰ ἄψυχα θεοποιήσαντες καὶ μόσχου εἰκόνα θεὸν ὀνομάσαντες,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
