# Quaestiones in Octateuchum 263

Theodoretus, Quaestiones in Octateuchum, Page 263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/263

ἅγιον δηλοῖ. ἔφη τοίνυν, ὅτι πολλαὶ μυριάδες ἁγίων ἀγγέλων τῷ δεσπότῃ συνῆσαν, τῆς οἰκείας αὐτοὺς ἀξιοῦντι κηδεμονίας. ἀναγκαίως δὲ προστέθεικε· «καὶ πάντες ἡγιασμένοι ὑπὸ τὰς χεῖρας αὐτοῦ καὶ οὗτοι ὑπὸ σέ εἰσιν». εἰ γὰρ καὶ ἀόρατον ἔχουσι φύσιν, ἀλλ' ὑπὸ τὴν σὴν δεσποτείαν τελοῦσι· σὲ γὰρ ἔχουσι ποιητήν. προλέγει δὲ ὅτι ὁ νῦν τὸν Ἰσραὴλ ἐκλεξάμενος, μικρὸν ὕστερον καὶ πάντα καλέσει τὰ ἔθνη καὶ τούτων κἀκείνων αὐτὸς ἔσται ἄρχων καὶ βασιλεύς. «ἔσται, γάρ φησιν, ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ». Ταῦτα εἰπών, πρῶτον εὐλογεῖ τὸν Ῥουβήν, καὶ λύει τὴν πατρῴαν ἀρὰν ἀντιτάξας τὴν φιλαδελφίαν τῇ περὶ τὸν πατέρα παρανομίᾳ. ἐξῆν δὲ ὡς νομοθέτῃ εἰς εὐλογίαν τὴν ἀρὰν μεταθεῖναι. «ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔσται πολὺς ἐν ἀριθμῷ». ἐπειδὴ γὰρ ὁ πατὴρ εἶπεν· «ὡς ὕδωρ μὴ ἐκζέσῃς», τουτέστι μὴ θερμανθῇς εἰς πολυγονίαν, εἰκότως αὐτῷ τῶν ἀπογόνων τὸ πλῆθος ἐπηύξατο. εἶτα τὴν τάξιν ὑπερβάς, τῷ Ἰούδα τὴν εὐλογίαν προσφέρει, διὰ τὸν ἐκεῖθεν κατὰ σάρκα βεβλαστηκότα δεσπότην. «πρόδηλον, γάρ φησιν ὁ θεῖος ἀπόστολος, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν». προλέγει δὲ καὶ τὴν δαβιτικὴν βασιλείαν. «εἰσάκουσον, γάρ φησι, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοι. αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ». οὕτω τὴν βασιλικὴν εὐλογήσας φυλὴν εἰς τὴν ἱερατικὴν μεταβαίνει· «δότε Λευῒ δήλους αὐτῷ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ». τῷ στέρνῳ τοῦ ἱερέως τὸ λόγιον ἐπέκειτο· εἶχε δὲ τοῦτο τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· πολλὰ γὰρ ἐκεῖθεν προεδηλοῦτο· συνῆπται δὲ τοῖς δήλοις ἡ ἀλήθεια, διὰ τὸ ἀψευδὲς τῶν δηλουμένων. «ὃν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοι-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
