# Quaestiones in Octateuchum 265

Theodoretus, Quaestiones in Octateuchum, Page 265. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/265

XLV Τίνος χάριν ἔσχατον ὄντα τέταρτον ἔταξε τὸν Βενιαμίν; Ταύτης ἦν τῆς φυλῆς ἡ μητρόπολις· ἐν ἐκείνῃ δὲ ὁ ναὸς ἐδομήθη. τοιγάρτοι εἰκότως τῇ ἱερατικῇ φυλῇ τὸν ἱερὸν συνέταξε τόπον. καὶ ἡ εὐλογία δὲ τοῦτο προαγορεύει. «ἠγαπημένος, γάρ φησιν, ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς». ἔδειξε δὲ καὶ τὴν αἰτίαν τῆς πεποιθήσεως· «καὶ ὁ Θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε». πελάζων γὰρ τῷ θείῳ νεῷ διηνεκῶς τῆς θείας κηδεμονίας ἀπήλαυσε. τὸ δὲ «ἐν μέσῳ τῶν ὤμων αὐτοῦ κατέπαυσε», περὶ τοῦ Θεοῦ ἔφη, ὃς ἐν τῇ Ἰερουσαλὴμ τὸν ναὸν οἰκοδομηθῆναι κελεύσας, ἐν ἐκείνῳ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. μετὰ ταύτας τὰς φυλάς, τὸν Ἰωσὴφ εὐλόγησε, καὶ ταῖς δύο φυλαῖς κατὰ ταὐτὸν τὴν εὐλογίαν προσήνεγκεν. «ἀπ' εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ· ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ' ὥραν γενήματα ἡλίου τροπῶν καὶ ἀπὸ συνόδου μηνῶν, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀεννάων». ᾔτησεν αὐτῷ τὰ οὐρανόθεν δωρούμενα ἀγαθά, τοὺς ἀπὸ τῆς γῆς παρεχομένους καρπούς· οὓς ἄρδουσι μὲν ὑετοί, τρέφουσι δὲ δρόσοι, πεπαίνει δὲ ἥλιος κατὰ τὰς τῶν ὡρῶν καὶ μηνῶν περιόδους. φέρει δὲ τούτους οὐ μόνον ἡ ὑπτία γῆ, ἀλλὰ καὶ ὄρειος· εἰς βεβαίωσιν δὲ τῆς εὐλογίας ἀνέμνησε τοῦ ὀφθέντος ἐν τῇ βάτῳ Θεοῦ. λέγει δὲ αὐτὸν καὶ τῶν πρωτοτοκίων τετυχηκέναι καὶ τούτου χάριν διχῆ τὴν φυλὴν μερισθῆναι καὶ δύο τὴν μίαν γενέσθαι· ἐπειδὴ διπλῆν μοῖραν ἐλάμβανον οἱ πρωτότοκοι. καὶ τὸ δυνατὸν δὲ τῶν φυλῶν διδάσκων, μονοκέρωτι καὶ ταύρῳ ἀπείκασε· καὶ προτέταχε τοῦ Μανασσῆ τὸν Ἐφραῒμ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
