# Quaestiones in Octateuchum 266

Theodoretus, Quaestiones in Octateuchum, Page 266. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/266

κατὰ τὴν τοῦ προπάτορος εὐλογίαν. τῷ δὲ Ζαβουλών, καὶ τῷ Ἰσσαχάρ, τῷ μὲν ὡς τὴν παραλίαν οἰκοῦντι, τῷ δὲ ὡς γειτονεύοντι, καὶ τὴν ἐν πολέμοις ἐπηύξατο νίκην, καὶ τὴν θείαν ἐπικουρίαν, καὶ τὰ ἀπὸ θαλάσσης ἀγαθά. «ἔθνη, γάρ φησι, ἐξολοθρεύσουσι καὶ ἐπικαλέσονται ἐκεῖ καὶ θύσουσι θυσίαν δικαιοσύνης, καὶ πλοῦτον θαλάσσης θηλάσουσι καὶ ἐμπορίαν παραλίαν κατοικούντων». οἱ γὰρ θαλάττῃ πελάζοντες, οὐ μόνον τῶν οἰκείων καρπῶν, ἀλλὰ καὶ τῶν πάντοθεν φερομένων ἀγαθῶν ἀπολαύουσι. τὸν δὲ Γὰδ ἀπείκασε λέοντι· οὕτω γὰρ καὶ ὁ πατριάρχης Ἰακὼβ ἔφη· «Γὰδ πειρατήριον πειρατεύσει αὐτὸν καὶ αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας». σκύμνον δὲ τὸν Δὰν ὠνόμασεν ἐκπηδῶντα ἐκ τοῦ Βασάν· ἐπειδὴ ἐξαπίνης τῇ Λαϊσσᾷ προσβαλόντες πόλει, καὶ αὐτὴν εἷλον καὶ τοὺς ἐνοικοῦντας ἀνεῖλον, καὶ οἰκεῖον ἀπέφηναν οἰκητήριον. καὶ τῷ Νεφθαλεὶμ δὲ τὴν ἀπὸ γῆς καὶ θαλάττης εὐπορίαν ἀπήγγειλεν· πρόσοικος γὰρ καὶ οὗτος ἦν τῆς θαλάττης, ἔχων ἀπὸ νότου τὴν Γαλιλαίαν· τοῦτο δὲ καὶ ὁ προφήτης καὶ ὁ εὐαγγελιστὴς ἔφη· «γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες Γαλιλαίαν τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα». τὸ μέντοι «πλησμονὴ δεκτῶν», «πλησμονὴ εὐδοκίας» ὁ Σύμμαχος ἡρμήνευσε· τὴν δὲ αὐτὴν ἔχει διάνοιαν· δεκτὰ γὰρ τὰ εὐδοκούμενα. καὶ μέντοι καὶ τῷ Ἀσὴρ καὶ τῆς γῆς τὴν εὐκαρπίαν καὶ τὴν ἀπὸ θαλάττης εὐπορίαν αἰτεῖ. καὶ γὰρ τὸ, «βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ καὶ σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ», τὴν ἀφθονίαν τῶν ἀγαθῶν δηλοῖ.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
