# Quaestiones in Octateuchum 270

Theodoretus, Quaestiones in Octateuchum, Page 270. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/270

»κατὰ πάντα ὅσα ἠκούσαμεν Μωϋσῇ, ἀκουσόμεθα καὶ σοῦ». II Τί δήποτε ὑποσχόμενος ὁ Θεὸς πάντα τόπον δώσειν αὐτοῖς οὗ ἂν ἐπιβῶσι τῷ ἴχνει τῶν ποδῶν αὐτῶν, καὶ τὴν ἔρημον, καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν; Σαφὴς ὁ λόγος καὶ οὐ πολλῆς ἑρμηνείας δεόμενος. πρῶτον μὲν γὰρ εἴρηται, ὅτι «πᾶς τόπος οὗ ἐὰν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν». εἰκὸς οὖν αὐτοὺς μὴ ἐπιβῆναι τῆς ἄλλης γῆς Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος. ἡ ἐπαγωγὴ δὲ τέλεον λύει τὸ ζήτημα. ἐπήγαγε γάρ, «ὃν τρόπον εἴρηκα τῷ Μωϋσῇ», οὐκ ἀορίστως δὲ πρὸς ἐκεῖνον ἐποιήσατο τὴν ὑπόσχεσιν, ἀλλ' «ἐὰν φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου». ἐκεῖνοι μὲν οὖν, ὡς εὐθὺς παραβεβηκότες τὸν νόμον, τῆς ἐπαγγελίας τελείας οὐκ ἔτυχον. οἱ δὲ θεῖοι ἀπόστολοι οὐ μόνον ἐκείνων τῶν τόπων ἐκράτησαν ὧν ἐπέβησαν, ἀλλὰ κἀκείνων ἐν οἷς αὐτῶν ἀνεγνώσθη τὰ πάνσοφα γράμματα· καὶ τὴν πάλαι ἔρημον παράδεισον ἀπέφηναν θεῖον· περὶ ταύτης τῆς ἐρήμου καὶ ὁ προφήτης ἔλεγεν Ἠσαΐας· «εὐφράνθητι ἔρημος διψῶσα καὶ εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς». καὶ ὁ δεσπότης Θεὸς διὰ τῆς ἐκείνου γλώττης ὑπέσχετο ποιήσειν τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. ταύτην πάλιν γενήσεσθαι τὴν ἔρημον ὡς τὸν Κάρμηλον ἔφη. ἐκληρονόμησαν δὲ καὶ τὸν Ἀντιλίβανον τῆς ἀληθείας οἱ κήρυκες· αἰνίττεται δὲ καὶ οὗτος τὴν τῶν ἐθνῶν σωτηρίαν· ἐπειδὴ καὶ Λίβανος ἡ Ἱερουσαλὴμ ὠνομάσθη. «ὁ ἀετός, γάρ φησιν, ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
