# Quaestiones in Octateuchum 272

Theodoretus, Quaestiones in Octateuchum, Page 272. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/272

ματι τοῦ Θεοῦ ἡμῶν». οὕτω καὶ Ῥαὰβ ἡ πόρνη τὸ πρότερον ἦν, ὑπεδέξατο δὲ τοὺς κατασκόπους πιστῶς καὶ βασιλέως παραδοθῆναι τούτους προστεταχότος οὐκ εἶξεν, ἀλλὰ κατέκρυψεν· ἐπίστευσε γὰρ τῷ τῶν ἑβραίων Θεῷ καὶ δηλοῖ τὴν πίστιν τὰ ῥήματα· «ἐπίσταμαι, γὰρ ἔφη, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς ὑμῶν τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς. ἀκηκόαμεν γάρ, ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν θάλασσαν τὴν Ἐρυθρὰν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐξ Αἰγύπτου· καὶ ὅσα ἐποιήσατε τοῖς δυσὶ βασιλεῦσι τῶν ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, Σηὼν καὶ Ὤγ, οὓς ἐξωλοθρεύσατε αὐτούς, καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν καὶ οὐκ ἔστι πνεῦμα ἐν οὐδενὶ ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ γῆς κάτω». ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὃν ὁ δεσπότης Θεὸς περὶ τοῦ Φαραὼ ἔφη· «εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ». διὰ γὰρ τῶν εἰς ἐκεῖνον γεγενημένων δῆλος ἅπασι γέγονεν ὁ ἑβραίων Θεός, καὶ αἱ συνθῆκαι δὲ τῶν κατασκόπων σφόδρα τῇ ἀληθείᾳ συμβαίνουσι. «πᾶς, γὰρ ἔφασαν, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ λόγῳ σου τούτῳ». καὶ ἡμῖν δὲ ἡ σωτηρία διὰ τῆς ἐκκλησίας προσγίνεται· οἱ δὲ ταύτης ἐκτὸς οὐκ ἀπολαύουσι τῆς αἰωνίου ζωῆς. καὶ τὰ λοιπὰ δὲ τῆς ἱστορίας προδιέγραψε τὴν ἀλήθειαν. ἡνίκα γὰρ ἤμελλον διαβαίνειν τὸν Ἰορδάνην, εἶπεν Κύριος πρὸς Ἰησοῦν· «ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
