# Quaestiones in Octateuchum 277

Theodoretus, Quaestiones in Octateuchum, Page 277. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/277

Μωϋσῇ, ἔσομαι καὶ μετὰ σοῦ». τούτου χάριν ὧν ἤκουσεν ἐκεῖνος, ἀκούει καὶ οὗτος, ἵνα θαρσαλεώτερος γένηται, ὡς τῆς αὐτῆς ἀξίας τετυχηκώς. VII Διὰ τί τὴν Ἰεριχὼ πόλιν ἀναθεματισθῆναι προσέταξεν; Πρώτην ταύτην εἷλον πόλιν μετὰ τὸ διαβῆναι τὸν ποταμόν, ὥσπερ τοίνυν προσέταξεν αὐτοὺς τῶν καρπῶν προσφέρειν τὰς ἀπαρχάς, οὕτως ἐκέλευσεν καὶ τὰ τῶν σκύλων προσενεγκεῖν ἀκροθίνια. πρὸς δὲ τούτοις καὶ γυμνάζει αὐτοὺς διὰ τούτων τῶν νόμων, ὥστε τοὺς ἀναγκαίους νόμους διατηρεῖν. τὴν οἰκείαν δὲ αὐτοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέλυσε τῇ τῶν σαλπίγγων ἠχῇ· ἵν' ὅτ' ἂν ἡττηθῶσι παραταττόμενοι, γνῶσιν ὡς αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμάς, τῶν θείων νόμων καταφρονήσαντες. VIII Τί δήποτε ἀλλόφυλος οὖσα ἡ Ῥαὰβ κατῴκησεν ἐν τοῖς υἱοῖς Ἰσραήλ, ὡς ἡ ἱστορία διδάσκει; Καὶ τοῦτο προτυποῖ τὰ ἡμέτερα. ἔφη γὰρ ὁ δεσπότης· «καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν». τούτου χάριν καὶ νομοθετῶν, ἔφη· «εἷς νόμος ἔσται τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι». διὰ τοῦτο οὐδὲ Μωϋσῆς ὁ νομοθέτης ἐκώλυσε τῶν αἰγυπτίων τοὺς συναπᾶραι αὐτοῖς ἐθελήσαντας.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
