# Quaestiones in Octateuchum 28

Theodoretus, Quaestiones in Octateuchum, Page 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/28

τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν καὶ ἡγίασεν αὐτήν». XXII Τί ἐστι «πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς»; Ἐν κεφαλαίῳ πάλιν ὁ συγγραφεὺς τὰ περὶ τῆς κτίσεως διηγήσατο καὶ ἐδίδαξεν ὅτι μὴ ὄντα τὰ στοιχεῖα παρήγαγεν ὁ Θεός, καὶ ὅτι ταῦτα ἀπ' ἀλλήλων διεχώρισε, καὶ ὅτι ἕκαστον τούτων διεκόσμησεν ὡς ἠθέλησε, καὶ ὅτι μήτε τοῦ ἀνθρώπου γεωργοῦντος τὴν γῆν, μήτε τῶν νεφῶν τὸν ὑετὸν ὠδινόντων, βεβλάστηκεν ὡς ὁ δημιουργήσας ἠθέλησεν, ἀρδείαν ἔχουσα τὴν μετὰ τὸν χωρισμὸν τῶν ὑδάτων ἐναπομείνασαν αὐτῇ νοτίδα τε καὶ ἰκμάδα· οὕτω γὰρ καὶ Ἀκύλας ἡρμήνευσε «καὶ ἐπιβλυσμὸς ἀνέβη ἐκ τῆς γῆς καὶ ἐπότισε πᾶν τὸ πρόσωπον τῆς χθονός». XXIII Εἰ ἐκ τοῦ θείου ἐμφυσήματος γέγονεν ἡ ψυχή, ἐκ τῆς οὐσίας ἄρα τοῦ Θεοῦ ἐστιν ἡ ψυχή; Ἀσεβείας ἐσχάτης καὶ βλασφημίας ἡ τοιαύτη ἔννοια· τῆς γὰρ δημιουργίας τὴν εὐκολίαν ἔδειξε διὰ τοῦτο ἡ θεία γραφή. πρὸς δὲ τούτῳ καὶ τῆς ψυχῆς τὴν φύσιν αἰνίττεται, ὅτι πνεῦμά ἐστιν κτιστόν, ἀόρατόν τε καὶ νοερόν, τῆς τῶν σωμάτων ἀπηλλαγμένον παχύτητος· κἀκεῖνο δὲ χρὴ συνιδεῖν, ὅτι δεῖ πρότερον νοῆσαι πνεύμονα, καὶ τοὺς ἀποθλίβοντας τοῦτον μῦς, καὶ συστέλλοντας καὶ τὴν συμπεφυκυῖαν ἀρτηρίαν τῷ πνεύμονι, καὶ ὑπερῴαν καὶ στόμα εἶθ' οὕτως δέξασθαι τὸ ἐμφύσημα. εἰ δὲ τὸ θεῖον ἀσώματον, θεοπρεπῶς ἄρα καὶ τὸ ἐμφύσημα νοητέον.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
