# Quaestiones in Octateuchum 281

Theodoretus, Quaestiones in Octateuchum, Page 281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/281

XV Πῶς νοητέον τό, «παρὰ Κυρίου ἐγένετο κατισχύσαι τὴν καρδίαν αὐτῶν, ὥστε συναντᾶν αὐτοὺς εἰς πόλεμον ἐπὶ Ἰσραήλ, ἵνα ἐξολοθρευθῶσι καὶ ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος τοῦ ἀφανισθῆναι αὐτούς, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωϋσῆν»; Περὶ τῶν ἄλλων ἐθνῶν ἐνομοθέτησε τῷ Ἰσραὴλ ὁ Θεός· ὥστε εἰ πολιορκούντων αὐτῶν τὴν πόλιν πρεσβεύσαιντο ἐκεῖνοι, καὶ φιλίαν ἀσπάσαιντο δέξασθαι τὴν πρεσβείαν καὶ λῦσαι τὴν πολιορκίαν καὶ σπείσασθαι τὴν εἰρήνην. διδάσκει τοίνυν ἡμᾶς ὁ λόγος, ὡς σταθμῷ καὶ μέτρῳ πάντα πρυτανεύων Θεὸς συνεχώρει τούτοις ἀντιπαρατάττεσθαι τῷ λαῷ, ἵνα μηδεμιᾶς ἀξιωθῶσι φειδοῦς, ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ἀναιρεθῶσιν. XVI Διὰ τί τοῖς μὲν Μωϋσῆς διανέμει τοὺς κλήρους τῆς γῆς, τοῖς δὲ Ἰησοῦς; Καὶ τοῦτο πάλιν προτυποῖ τὴν ἀλήθειαν. τοῖς μὲν γὰρ ἐπέκεινα τοῦ Ἰορδάνου Μωϋσῆς διεῖλε τὴν γῆν· τοῖς δὲ μετὰ τὸν Ἰορδάνην ὁ Ἰησοῦς. καὶ τῶν μὲν ἰουδαίων ἔχουσι τὸν τύπον οἱ διὰ Μωϋσέως εἰληφότες τοὺς κλήρους· οἱ δέ γε διὰ Ἰησοῦ, τῶν πεπιστευκότων ἐθνῶν. καὶ ἐπειδὴ πρωτότοκος ὁ Ἰσραὴλ, οἱ πρωτότοκοι διὰ Μωϋσέως τοὺς κλήρους ἐδέξαντο, Ῥουβὴν καὶ Γὰδ καὶ Μανασσῆς. διαβαίνουσι μέντοι καὶ οὗτοι εὔζωνοι πρὸ τῶν ἄλλων. οἱ γὰρ ἐξ ἰουδαίων πεπιστευκότες τοῖς ἔθνεσι τὴν σωτηρίαν προσήνεγκαν. ὑπελείφθησαν δὲ ὅμως καὶ ἰεβουσαῖοι καὶ χαναναῖοι καὶ ἕτερα ἔθνη τῶν ἀλλοφύλων καὶ συνῴκει τῷ Ἰσραήλ. καὶ τούτου δὲ τοῦ τύπου τὴν ἀλήθειαν ἔστιν εὑρεῖν. οὐδὲ γὰρ ἅπαντες τὸν σωτήριον ἐδέξαντο λόγον, ἀλλ' ἐπέμειναν ἀντιλέγοντες καὶ ἰουδαῖοι καὶ ἕλληνες,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
