# Quaestiones in Octateuchum 282

Theodoretus, Quaestiones in Octateuchum, Page 282. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/282

τὰς αὐτὰς ἡμῖν καὶ πόλεις καὶ κώμας οἰκοῦντες· οὓς οὐκ ἄν τις ἁμάρτοι χαναναίους καὶ χετταίους καὶ ἰεβουσαίους ὀνομάζων. ταύτης δὲ ἄξιοι τῆς προσηγορίας καὶ οἱ τὰ μυσαρὰ τῶν αἱρέσεων θρησκεύοντες δόγματα. διά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα». καὶ πάλιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν «ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὑτοῦ». XVII Τί δήποτε τὴν Χεβρὼν ὁ Χαλὲβ ᾔτησεν; Εὐσεβείᾳ κοσμούμενος πάντων προτέταχε τὴν πόλιν, ἐν ᾗ παρῴκησαν οἱ παντάριστοι πατριάρχαι καὶ ταφῇ παρεδόθησαν. δηλοῖ δὲ ὁ τούτου λόγος, ὡς ἑπταετῆ πολεμήσαντες χρόνον τὴν γῆν διενείμαντο. ἔφη γὰρ οὕτως ὁ Χαλέβ· «τεσσαράκοντα ἐτῶν ἤμην, ὅτε ἀπέστειλέ με Μωϋσῆς ὁ παῖς Κυρίου ἐκ Κάδης Βαρνῆ κατασκοπεῦσαι τὴν γῆν, καὶ νῦν διέθρεψέ με Κύριος ὃν τρόπον εἶπε. τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὗ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν». μετὰ δὲ τὴν κατὰ τῶν ἑξακοσίων χιλιάδων ἀπόφασιν τοῦ Θεοῦ, τριάκοντα καὶ ὀκτὼ διετέλεσαν ἔτη ἐν τῇ ἐρήμῳ διάγοντες· ἑπτὰ τοίνυν ἐστὶ τὰ λειπόμενα τοῖς πέντε καὶ ὀγδοήκοντα. τοῦτο δὲ καὶ ὁ τῶν ὅλων δεσπότης διὰ τοῦ θειοτάτου προείρηκε Μωυσέως· «ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν ἣν ἐπηγγείλατο τοῖς πατράσι σου, μετὰ ἑπτὰ ἔτη ἀναγνώσῃ τὸν νόμον τοῦτον παντὶ τῷ λαῷ». ἐπισημήνασθαι δὲ προσήκει, ὡς τὴν Ἰερουσαλὴμ Ἰεβοῦς ὀνομάζει· καὶ ταύτην λέγει τῷ Βενιαμὶν κληρωθῆναι. ὁ δέ γε Συμεὼν κατὰ τὴν τοῦ πατρὸς πρόρρησιν διεσπαρ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
