# Quaestiones in Octateuchum 283

Theodoretus, Quaestiones in Octateuchum, Page 283. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/283

μένον ἔσχε τὸν κλῆρον· «ἐγενήθη, γάρ φησιν, ἡ κληρονομία αὐτοῦ ἀνὰ μέσον κλήρου υἱῶν Ἰούδα». εἶτα τὰς πόλεις εἰπών, ἐπήγαγεν· «αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς τῆς κληρονομίας υἱῶν Ἰούδα μείζων αὐτῶν· καὶ ἐκληρονόμησαν υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν». XVIII Τίνος ἕνεκα τοῖς ἄλλοις διανείμας τὴν γῆν ὁ θειότατος Ἰησοῦς, οὐκ ἀπένειμεν ἑαυτῷ κλῆρον, ἀλλὰ παρὰ τοῦ λαοῦ τὴν Θαμνασαχὰρ ἐκομίσατο; Μιμεῖται κἀν τούτῳ τοῦ δεσπότου τὴν μετριότητα. «μάθετε, γάρ φησιν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». καὶ τὴν ἐσχάτην δὲ μετῆλθε πενίαν, ὡς μηδὲ οἰκίας εὐπορῆσαι. «ὁ γὰρ υἱός, φησί, τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι». ἐπειδὴ τοίνυν τύπος ἦν αὐτοῦ ὁ ὁμώνυμος Ἰησοῦς, οὐκ ἀπένειμεν ἑαυτῷ κλῆρον, τὸν δὲ προσενεχθέντα ἐδέξατο· διδάσκων τοὺς ἀρχήν τινα πεπιστευμένους, μὴ τῆς οἰκείας θεραπείας, ἀλλὰ τῆς τῶν ὑπηκόων ὠφελείας φροντίζειν. XIX Τί δήποτε τοῖς ἱερεῦσιν ἐν τῇ Ἰούδα φυλῇ, καὶ τῇ Βενιαμὶν καὶ τῇ Συμεὼν τὰς πόλεις ἀπένειμεν; Κἀν τῇ ἐρήμῳ τὴν πορείαν ποιούμενοι τῇ Ἰούδα φυλῇ συνεζεύχθησαν. τὸ γὰρ ἑῷον ἔλαχον τμῆμα καὶ οἱ ἱερεῖς καὶ ἡ Ἰούδα φυλή· καὶ ἐνταῦθα πάλιν συνεκληρώθησαν τῇ Ἰούδα φυλῇ, ἐπειδὴ καὶ ἐπιμιξία τούτων ἐγέ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
