# Quaestiones in Octateuchum 284

Theodoretus, Quaestiones in Octateuchum, Page 284. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/284

νετο τῶν φυλῶν. Ἀαρὼν γὰρ ὁ πρῶτος ἀρχιερεὺς τὴν τοῦ Ἀμιναδὰβ ἠγάγετο θυγατέρα· καὶ Ἰωδαὲ ὁ πανεύφημος ἀρχιερεὺς τοῦ Ὀχοζίου τὴν ἀδελφήν. συνεχώρησε δὲ τὰς φυλὰς ταύτας ὁ δεσπότης ἐπιμιγῆναι Θεὸς, ἐπειδὴ ὁ ἐκ τῆς Ἰούδα κατὰ σάρκα βλαστήσας, οὐ βασιλεὺς μόνος, ἀλλὰ καὶ ἀρχιερεὺς ἐχρημάτισεν. ἔδει δὲ αὐτοὺς καὶ ἐν τῇ Βενιαμίτιδι φυλῇ κατοικεῖν· ἐπειδὴ καὶ ὁ θεῖος νεὼς ἐν τῇ ἐκείνων ἔμελλεν οἰκοδομεῖσθαι φυλῇ. ἔλαβον δὲ καὶ ἐκ τῆς συμεωνίτιδος φυλῆς ἐνίας πόλεις· ἐπειδὴ καὶ ὁ τούτων κλῆρος ἐπέλαζε τῷ νεῴ. καθάπερ γὰρ τῶν ἀπὸ γῆς καρπῶν καὶ τῶν βοσκημάτων τὰς δεκάτας τοῖς ἱερεῦσι καὶ τοῖς λευΐταις ἀπένειμεν· οὕτω καὶ τῶν πόλεων οἱονεὶ δεκάτας αὐτοῖς δοθῆναι προσέταξε. ταύτας μέντοι δώσειν τῷ Θεῷ τὰς δεκάτας ὁ πατριάρχης Ἰακὼβ ἐπηγγείλατο. «πάντων, γὰρ ἔφη, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι». χρέος τοίνυν πατρῷον ἐξέτισεν ὁ λαός, οὐ δῶρον προσέφερε. πρὸς δὲ τούτῳ κατεῖχεν αὐτῶν καὶ τὸν κλῆρον τῆς γῆς. παυσαμένου μέντοι τοῦ πολέμου καὶ τῆς διαιρέσεως γενομένης, ἀπελύθησαν μὲν οἱ πέραν τοῦ ποταμοῦ τοὺς κλήρους εἰληφότες, πρὶν δέ γε διαβῆναι τὸν ποταμόν, βωμὸν ᾠκοδόμησαν μέγιστον. τὸν δὲ τῆς οἰκοδομίας ἠγνοηκότες σκοπὸν οἱ τῶν ἐννέα φυλῶν, ἀσεβείας δὲ ἀρχὴν τὴν οἰκοδομίαν τοπάσαντες, πανδημεὶ στρατεῦσαι κατ' αὐτῶν ἠβουλήθησαν, τῆς συγγενείας προτιμήσαντες τὴν εὐσέβειαν· ἀλλ' οἱ πάνσοφοι Ἰησοῦς καὶ Ἐλεάζαρ τὸν Φινεὲς ἀπέστειλαν, ὡς τῷ ζήλῳ κατὰ τῆς ἀσεβείας ἐν τῇ ἐρήμῳ χρησάμενον· ὥστε καὶ τῶν προγόνων, καὶ τῶν θεοσδότων ἀγαθῶν ἀναμνῆσαι καὶ τὴν τολμηθεῖσαν παῦσαι παρανομίαν. ἐπειδὴ δὲ ἀπελθόντες ἔγνωσαν οὐ θρησκείας χάριν τολμηθεῖσαν τὴν καινοτομίαν, ἀλλὰ τῆς περὶ τὴν εὐσέβειαν κοινωνίας μνημεῖον κληθῆναι τὸν γεγενημένον συνεῖδον βωμόν· ἵν' ἔχοιεν οἱ ἀπόγονοι δεικνύναι τοῦτον εἰς ἔλεγχον τῶν ἀπείργειν αὐτοὺς τῶν θείων πανηγύρεων πειρω-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
