# Quaestiones in Octateuchum 286

Theodoretus, Quaestiones in Octateuchum, Page 286. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/286

ἐπαγγελιῶν ἐκ τῶν εὐεργεσιῶν μεμαθήκατε. πεπλήρωκε ἅπερ ὑπέσχετο. τοιγαροῦν ἐντεῦθεν μάθετε καὶ τὸ τῶν ἀπειλῶν ἀψευδές. τοῦτο γὰρ ἐπήγαγεν· «καὶ ἔσται ὃν τρόπον ἦλθεν ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ ὅσα ἐλάλησε πρὸς ὑμᾶς. οὕτως ἐπάξει Κύριος ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκεν ὑμῖν Κύριος, ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἣν ἐνετείλατο ἡμῖν». διδάσκων δὲ ὡς οὐκ ἀνθρώπινα ταῦτα τὰ ῥήματα ἐπήγαγεν· «ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ». καὶ ἀναμιμνῄσκει Θάρρα τοῦ πατρὸς Ἀβραὰμ καὶ Ναχώρ· τέθεικε δὲ τὸν Ναχὼρ διὰ τὸ μητρῷον γένος· ἐξ ἐκείνου γὰρ ἡ Ῥεβέκκα καὶ ἡ Λεία καὶ ἡ Ῥαχήλ. εἶτα διδάσκει, ὡς ὁ Θάρρα θεοῖς ἑτέροις ἐλάτρευσε, καὶ ὡς τούτου χάριν ὁ δεσπότης Θεὸς χωρίσας τὸν Ἀβραὰμ εἰς τὴν γῆν ἐκείνην μετέστησεν. προστέθεικε δὲ καὶ τὴν εἰς Αἴγυπτον τοῦ Ἰακὼβ εἴσοδον, καὶ τὴν διὰ Μωϋσέως γεγενημένην ἔξοδον· καὶ τῆς θαλάττης τὸ θαῦμα, καὶ τὴν ἐν τῇ ἐρήμῳ διαγωγὴν καὶ τὴν τῶν ἀμορραίων πανωλεθρίαν· καὶ τὰς τοῦ Βαλὰκ ἐπινοίας καὶ τὰς παρὰ γνώμην τοῦ Βαλαὰμ εὐλογίας· καὶ τοῦ ποταμοῦ τὴν ξένην διάβασιν, καὶ τὴν τῶν ἐπαναστάντων πολεμίων ἀναίρεσιν καὶ τῶν παντοδαπῶν ἀγαθῶν ἀπόλαυσιν. καὶ παραινεῖ, τῆς μὲν τῶν ἀλλοτρίων θεῶν ἀπαλλαγῆναι δουλείας, μόνῳ δὲ λατρεύειν τῷ πεποιηκότι καὶ σεσωκότι Θεῷ. προστέθεικε δὲ αὐτοῖς καὶ αἵρεσιν· «ἐκλέξασθε, γάρ φησιν, ὑμῖν αὐτοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν ἀμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐν τῇ γῇ αὐτῶν». οὕτω τοῖς ἄλλοις προστεθει-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
