# Quaestiones in Octateuchum 288

Theodoretus, Quaestiones in Octateuchum, Page 288. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/288

Ἰακὼβ καὶ ὁ Λάβαν ποιησάμενοι τὰς συνθήκας, τὸν βουνὸν ἐκάλεσαν μάρτυρα τῶν συνθηκῶν. ὅσον μέντοι ὀνίνησιν ἄρχων εὐσεβὴς καὶ φιλόθεος, ἡ ἱστορία διδάσκει· «ἐλάτρευσε, γάρ φησιν, Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον καὶ ὅσοι εἶδον πάντα τὰ ἔργα Κυρίου, ὅσα ἐποίησε μετὰ τοῦ Ἰσραήλ». μετὰ δὲ τὴν τούτων τελευτήν, ἀπέκλιναν εἰς ἀσέβειαν· τοῦτο γὰρ καὶ τῆς ἱστορίας τὸ τέλος ἐδίδαξεν. ἀλλ' ἔδοσαν δίκας τῆς ἀσεβείας· τῆς γὰρ θείας γυμνωθέντες κηδεμονίας, ὑπεβλήθησαν τῷ τῆς δουλείας ζυγῷ, καὶ δεσπότην ἔσχον τὸν τῶν μωαβιτῶν βασιλέα. ἀλλ' ὁ φιλάνθρωπος Κύριος τῆς πρὸς τοὺς πατέρας μεμνημένος ἐπαγγελίας ὀκτωκαιδεκαετεῖ χρόνῳ περιώρισε τὴν δουλείαν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
