# Quaestiones in Octateuchum 29

Theodoretus, Quaestiones in Octateuchum, Page 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/29

XXIV Τί δήποτε τὸν παράδεισον ἐφύτευσεν ὁ Θεὸς μέλλων εὐθὺς τὸν Ἀδὰμ διὰ τὴν ἁμαρτίαν ἐξορίζειν ἐκεῖθεν. Πρῶτον οὐκ ἀνέχεται ἐκ προγνώσεως κατακρῖναι ὁ δεσπότης Θεός· διὸ καὶ τὴν παράβασιν προορῶν, τῶν ἀγαθῶν αὐτῷ μεταδέδωκεν. ἔπειτα καὶ γνῶναι αὐτὸν τὰς θείας δωρεὰς ἠβουλήθη, ἵνα τούτων στερηθεὶς μισήσῃ τὴν ἁμαρτίαν, ὡς τοσούτων αὐτὸν γυμνώσασαν ἀγαθῶν. πρὸς δὲ τούτοις, ἔδει τὸν δίκαιον ἀγωνοθέτην τοῖς τῆς ἀρετῆς ἀθληταῖς προθεῖναι τῆς νίκης τὰ ἆθλα· οὗ δὴ χάριν καὶ περὶ τῆς τῶν οὐρανῶν βασιλείας ἔφη· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου» XXV Τινὲς ἐν οὐρανῷ φασι τὸν παράδεισον εἶναι. Τῆς θείας λεγούσης γραφῆς «ἐξανέτειλεν ἔτι ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν», τολμηρὸν ἄγαν τὸ τοῖς οἰκείοις ἀκολουθεῖν λογισμοῖς καταλιπόντας τὴν διδασκαλίαν τοῦ πνεύματος. XXVI «Τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ», νοητὰ χρὴ λέγειν ἢ αἰσθητά; Ἐκ τῆς γῆς βεβλαστηκέναι καὶ ταῦτα εἶπεν ἡ θεία γραφή· οὐ τοίνυν ἑτέραν τινὰ φύσιν ἔχει παρὰ τὰ ἄλλα φυτά. ὥσπερ γὰρ τὸ τοῦ σταυροῦ ξύλον ξύλον ἐστὶ καὶ σωτήριον ὀνομάζεται, διὰ τὴν ἐκ τῆς περὶ αὐτὸ πίστεως σωτηρίαν προσγινομένην, οὕτω καὶ ταῦτα φυτὰ μέν ἐστιν ἐκ τῆς γῆς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
