# Quaestiones in Octateuchum 290

Theodoretus, Quaestiones in Octateuchum, Page 290. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/290

ποτὲ δὲ ἐδούλευον. δῆλον τοίνυν, ὡς ἐμπρησθεῖσαν τὴν Ἰερουσαλὴμ πάλιν ἀνῳκοδόμησαν οἱ ἰεβουσαῖοι, τῆς τοῦ λαοῦ δυσκληρίας ἐπιλαβόμενοι. καὶ ταύτην δὲ ὕστερον οἶμαι συγγραφῆναι τὴν βίβλον, τεκμηρίῳ χρώμενος τῷ τήνδε τὴν πόλιν Ἰερουσαλὴμ ὀνομάζειν τὴν ἱστορίαν· ὕστερον γὰρ ταύτην ἔσχε τὴν προσηγορίαν Ἰεβοῦς ὠνομασμένη. III Τί ἐστι, «δός μοι λύτρωσιν ὕδατος, καὶ λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν»; Οἱ περὶ τὸν Σύμμαχον «ἀρδείαν ὕδατος»· καὶ ἀντὶ τοῦ «ταπεινῶν», «πεδινῶν» ἡρμήνευσαν. ὑπεβλήθη δὲ παρὰ τοῦ Γοθονιὴλ τοῦ ἀνδρὸς αὐτῆς Ἀσχὰν αἰτῆσαι ἀγρόν· ᾔτησε τοίνυν ἀρδείαν ὕδατος· καὶ ἔλαβεν ὥσπερ ᾔτησεν οὐ μόνον πεδιάδα γῆν, ἀλλὰ καὶ ὄρειον. τὸ μὲν γὰρ «κατὰ τὴν καρδίαν αὐτῆς», τὸ καταθύμιον σημαίνει. μετέωρα δὲ τὰ ὄρεια κέκληκε, ταπεινὰ δὲ τὰ ὕπτια. IV Πῶς ἐνταῦθα τοῦ νομοθέτου τὸν κηδεστὴν Ἰωβὰβ ὠνόμασεν, Ἰοθὼρ καὶ Ῥαγουὴλ ἐν ἐκείναις ταῖς ἱστορίαις ὠνομασμένον; Καὶ ἤδη ἔφην, ὡς ὁ Ἰωβὰβ ἐκείνου ἦν υἱός· πενθερὸν δὲ αὐτὸν κέκληκεν, ὡς τῆς γαμετῆς ἀδελφόν. καὶ γὰρ νῦν πολλοὶ τοὺς τοιούτους πενθερίδας καλοῦσι. τοῦ Ἰωβὰβ τοίνυν οἱ παῖδες ἔγγονοι τοῦ Ἰοθώρ εἰσιν. V «Πόλιν φοινίκων» ποίαν καλεῖ; Τὴν Ἰεριχώ. νομίζω δὲ οὕτως αὐτὴν προσαγορεύεσθαι διὰ τὸν τῶν φοινίκων καρπόν. καὶ γὰρ ἐν τῇ πρὸ ταύτης βίβλῳ, εὐθὺς τοῦ λαοῦ διαβάντος τὸν Ἰορδάνην, ὁ συγγραφεὺς ἔφη ὅτι· «ἔφαγον ἀπὸ τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
