# Quaestiones in Octateuchum 292

Theodoretus, Quaestiones in Octateuchum, Page 292. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/292

νεξίαν· «ἔθεντο, γάρ φησι, τὸν χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν». καὶ τοῦτο περὶ ἑκάστης ὁ συγγραφεὺς εἶπε φυλῆς. πρὸς δὲ τούτοις τὸν θεῖον παραβάντες νόμον, καὶ τοῖς τῶν ἀλλοφύλων δεδουλευκότες θεοῖς, τῆς θείας ἐγυμνώθησαν προμηθείας. οὗ δὴ χάριν ὁ πάνσοφος Κύριος οὐκ ἄρδην τὸ τῶν χαναναίων ἐθνῶν διέφθειρε γένος, ἀλλ' εἴασε πολλοὺς γειτονεύειν αὐτοῖς· ἵνα πολεμούμενοι καὶ δουλεύειν ἀναγκαζόμενοι, αἰσθάνωνται μὲν τῆς ἀπὸ τῆς πλάνης γεγενημένης βλάβης, προστεθῶσι δὲ τῷ σεσωκότι Θεῷ καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύωσι. καὶ ὅτι ταῦτα οὐ λογισμοῖς ἀνθρωπίνοις κεχρημένος λέγω, ἀλλὰ παρ' αὐτῆς διδαχθεὶς τῆς ἱστορίας, αὐτίκα δηλώσω. «ἀνέβη, γάρ φησιν, ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ ἀπὸ Γαλγάλων». Γάλγαλα δὲ ὁ τῶν ἀκροβυστιῶν ὠνομάσθη τόπος. δηλοῖ δὲ τοὔνομα κατὰ τὴν ἑβραίων φωνήν, τὴν ἐλευθερίαν. ἐκεῖθεν πέμπει τὸν ἄγγελον, ἀναμιμνῄσκων αὐτοὺς τῆς τε τοῦ ποταμοῦ διαβάσεως, καὶ τῆς γεγενημένης περιτομῆς. εἶτα λέγει καὶ τίνα τὰ ῥηθέντα ὑπὸ τοῦ ἀγγέλου· «Κύριος ἀνήγαγεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν δοῦναι ὑμῖν καὶ εἶπεν ὑμῖν, οὐ μὴ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμῶν εἰς τὸν αἰῶνα. καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις ἐν τῇ γῇ ταύτῃ, οὐδὲ τοῖς θεοῖς αὐτῶν οὐ μὴ προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε· καὶ οὐκ εἰσακούσατε τῆς φωνῆς αὐτοῦ, ὅτε ταῦτα ἐποιήσατε». καὶ «ἐγώ, φησίν, οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαὸν, ὃν εἶπον τοῦ ἐξῶσαι αὐτὸν ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς συνοχὰς καὶ οἱ θεοὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
