# Quaestiones in Octateuchum 295

Theodoretus, Quaestiones in Octateuchum, Page 295. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/295

σαν μέτρον, τοὺς πολεμίους ἀνήλισκε. λέγει τοίνυν, ὅτι τούτου χάριν οὐ πάντας ἄρδην διώλεσε τοὺς τὴν γῆν ἐκείνην οἰκοῦντας Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος, ἵνα καὶ οἱ μετ' ἐκεῖνον τῇ πείρᾳ τὴν τοῦ Θεοῦ διδαχθῶσι κηδεμονίαν, καὶ διὰ τὴν πολεμικὴν ἀνάγκην τὸν δεσπότην καλῶσιν εἰς συμμαχίαν· τὸ μέντοι «πειρᾶσαι» ὁ Σύμμαχος «ἀσκῆσαί» φησιν αὐτοὺς ἠβουλήθη, καὶ διδάξαι τοῦ πολέμου τὴν τέχνην. καὶ τὸ «πειρᾶσαι» δὲ κατὰ τοὺς ἑβδομήκοντα κείμενον, οὐ τὴν ἄγνοιαν τοῦ Θεοῦ δηλοῖ. οὐδὲ γὰρ τὸν Ἀβραὰμ τούτου χάριν ἐπείραζεν, ἵνα μάθῃ τοῦ Ἀβραὰμ τὴν γνῶσιν. κἀκεῖ γὰρ ἐδίδαξεν, ὅτι ᾔδει ὁ Θεός, ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτόν, φυλάσσειν πάντα τὰ κρίματα Κυρίου τοῦ Θεοῦ. οὐχ ἵνα τοίνυν αὐτὸς μάθῃ πειράζει ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ. ὥσπερ τοίνυν εἰς γυμνασίαν τοῦ λογικοῦ τῷ Ἀδὰμ ἐδεδώκει τὴν ἐντολήν, οὕτω κἀνταῦθα ἔνια τῶν ἐθνῶν καταλέλοιπεν· ὥστε τῶν μὲν δεῖξαι τὸ εὐσεβές, τῶν δὲ διελέγξαι τὸ δυσσεβές. τοῦτο γὰρ λέγει· «ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ τοῦ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωϋσῆ». καὶ αὐτὰ δὲ διδάσκει τὰ πράγματα, ὡς αὐτοὶ αἴτιοι γεγένηνται τοῦ μὴ παντάπασιν ἀπαλλαγῆναι τῶν δυσσεβῶν ἐκείνων ἐθνῶν. ἐννέα γὰρ καὶ εἴκοσι βασιλέας, δίχα τῶν τῆς Ἰεριχὼ καὶ τῆς Γαῒ στρατηγῶν, ὁ Ἰησοῦς σὺν ταῖς στρατίαις αὐτῶν κατηκόντισε, μὴ πόλιν ἔχων, μὴ ὁρμητήριον, μὴ στρατιώτας ἐμπειρίαν ἠσκημένους πολεμικήν. οἱ δέ γε μετ' ἐκεῖνον καὶ πόλεις ὀχυρὰς ἐσχηκότες, καὶ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐκ τῶν λαφύρων κτησάμενοι καὶ πανοπλίας ἔχοντες καὶ τείχη καὶ περιβόλους περιγενέσθαι τῶν ὑπολειφθέντων οὐκ ἴσχυσαν διὰ τὴν οἰκείαν ἀσέβειαν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
