# Quaestiones in Octateuchum 296

Theodoretus, Quaestiones in Octateuchum, Page 296. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/296

IX Πῶς ὁ Γοθονιὴλ καὶ τοῦ Χαλὲβ ἀδελφὸς καὶ Κενὲζ υἱός; ὁ γὰρ Χαλὲβ Ἰεφονῆ υἱός. Εἰκὸς καὶ διώνυμον εἶναι τὸν Ἰεφονῆ καὶ καλεῖσθαι καὶ Κενέζ. εἰκὸς καὶ ἐκ διαφόρων αὐτοὺς εἶναι πατέρων, μιᾶς δὲ μητρός· καὶ τὸν μὲν Χαλὲβ τὸν Ἰεφονῆ ἐσχηκέναι πατέρα· μετὰ δὲ τὴν τούτου τελευτὴν γήμασθαι τὴν αὐτοῦ μητέρα τῷ Κενὲζ καὶ τεκεῖν τὸν Γοθονιήλ. ὅτι μέντοι τὴν Ἰεριχὼ πόλιν φοινίκων ὠνόμασε, τὰ κατὰ τὸν Ἐγλὼμ διδάσκει. «ἐπορεύθη, γάρ φησιν, Ἐγλώμ, καὶ ἐπάταξε τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων». καὶ μετ' ὀλίγα· «καὶ Ἐγλὼμ ἀνέστρεψεν ἀπὸ τῶν εἰδώλων τῶν ἐν Γαλγάλοις. καὶ εἶπεν Ἀὼδ τῷ Ἐγλώμ· λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ». ἡ δὲ Γάλγαλα τῇ Ἰεριχὼ πελάζει. φλόγα δὲ τὸ σιδήριον τῆς μαχαίρας ὠνόμασε, παραξιφίδα δὲ τὴν λαβήν. τοῦτο γὰρ λέγει· «καὶ ἔλαβε τὴν μάχαιραν αὐτοῦ ἀπὸ τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Ἐγλὼμ καὶ ἐπεισήνεγκεν καὶ τὴν λαβὴν ὀπίσω τῆς φλογὸς καὶ ἀπέκλεισε τὸ στέαρ τὴν παραξιφίδα». X Τὰ κατὰ τὸν Ἰαβὶν τὸν βασιλέα Ἀσὼρ ἱστορεῖ καὶ ἡ ἱστορία τοῦ Ἰησοῦ· εἰ τοίνυν ἐπ' ἐκείνου ἀνῃρέθη, πῶς μετὰ πολὺν χρόνον ἐπανέστη τῷ Ἰσραήλ; Ἄλλος ἦν ἐκεῖνος καὶ ἄλλος οὗτος· ὁμώνυμοι δὲ ἦσαν, τὴν αὐτὴν ἐσχηκότες βασιλείαν. εἰκὸς δὲ τοῦτον καὶ υἱὸν ἐκείνου γενέσθαι. ἔστι γὰρ πολλοὺς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
