# Quaestiones in Octateuchum 298

Theodoretus, Quaestiones in Octateuchum, Page 298. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/298

αὐτῶν ἀφροσύνην διὰ τῆς εἰκόνος ἤλεγξεν. ὥσπερ γὰρ ἀνόητος ὁ τῶν πυρίνων ἄρτων προτιμῶν τοὺς κριθίνους, οὕτως ἄγαν ἐμβρόντητος, ὁ τοὺς ψευδωνύμους θεοὺς τοῦ ἀληθινοῦ προτιθείς. δηλοῖ δὲ αὐτῆς καὶ τὸ πιστὸν τῆς γνώμης· «ἐὰν γὰρ ἴδω, φησί, σειρομαστῶν τεσσαράκοντα χιλιάδας, ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ἰσραήλ». ταῦτα δὲ ὁ θεῖος διηγόρευσε νόμος. «ἐὰν γὰρ ἴδῃς, φησίν, πλῆθος πολεμίων καὶ ἅρματα καὶ ἵππον μὴ φοβηθῇς, ὅτι Κύριος ὁ Θεός σου πολεμήσει ὑπὲρ σοῦ». κελεύει δὲ οὐ μόνον τοῖς πένησιν ἀλλὰ καὶ τοῖς ἐπὶ πλούτῳ μέγα φρονοῦσιν, ὑμνεῖν τὸν Θεόν. «οἱ δυνάσται, γάρ φησι, τοῦ λαοῦ εὐλογεῖτε τὸν Κύριον, ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων. ἐκεῖ δώσουσι δικαιοσύνην τῷ Θεῷ». «μοσφαθὲ» δὲ «ἀγροὶ» ἑρμηνεύονται, «ἀμαδαρὼθ» δὲ «ἀβλεψία»· τὸ δὲ καὶ «ἀρᾶσθαι ἐν τῷ κραταιῷ». διδασκόμεθα δὲ διὰ τῆς ἱστορίας, ὡς πατρικῇ φιλοστοργίᾳ κεχρημένος ὁ δεσπότης Θεὸς καὶ παρανομοῦντα τὸν λαὸν παρεδίδου τοῖς ἀλλοφύλοις· οἷόν τινι ῥάβδῳ κεχρημένος καὶ μάστιγι καὶ πάλιν μεταμελόμενος ἐλέει, καὶ παντοδαπῆς ἠξίου κηδεμονίας αὐτίκα γοῦν μετὰ τὴν διὰ τῆς Δεββώρας εὐεργεσίαν, εἰς ἀσέβειαν ἐξοκείλαντα μαδιηναίοις παρέδωκεν. εἶτα μετὰ τὴν παιδείαν, τῆς ἐπικουρίας ἠξίωσε. διά τινος δὲ τοῦ προφήτου πρῶτον ἐξήλεγξεν αὐτῶν τὴν ἀσέβειαν. ἀνέμνησε δὲ καὶ τῶν εὐεργεσιῶν ὧν ἀπήλαυσαν· εἶτα διά τινος ἀγγέλου

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
