# Quaestiones in Octateuchum 299

Theodoretus, Quaestiones in Octateuchum, Page 299. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/299

τὸν Γεδεὼν παραθαρρύνας παρατάξασθαι τοῖς πολεμίοις ἐκέλευσεν. XIII Τί ἐστι· «πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ»; Προτραπεὶς ὑπὸ τοῦ ἀγγέλου στρατηγῆσαι, καὶ τοῦ πολέμου καταθαρρῆσαι, ἔφη πρὸς αὐτόν· «καὶ εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες ὅτι ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος. καὶ νῦν ἀπώσατο ἡμᾶς Κύριος καὶ παρέδωκεν ἡμᾶς εἰς χεῖρας Μαδιάμ». ἐπειδὴ τοίνυν ἔσχε τὴν μνήμην τῆς τοῦ Θεοῦ θαυματουργίας καὶ βεβαίαν ἐκέκτητο τὴν περὶ Θεοῦ δόξαν, ὅτι ῥᾴδιον αὐτῷ βουληθέντι τῶν κατεχούσων αὐτοὺς συμφορῶν ἀπαλλάξαι, ἔφη ὁ ἄγγελος· «πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ»· ἀντὶ τοῦ, μετὰ ταύτης παράταξαι τῆς πίστεως, καὶ νικήσεις. μηδεὶς δὲ τοῖς ἑξῆς ἐπιμεμφέσθω. οὐ γὰρ ὡς τῷ Θεῷ ἀπιστῶν ἔφη· «ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ· καὶ ἐγὼ σμικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου»· ἀλλὰ μετρίῳ κεχρημένος φρονήματι. ὅθεν ὑπολαβὼν ὁ ἄγγελος ἔφη· «ὅτι ἔσται Κύριος μετὰ σοῦ, καὶ ἀποκτενεῖς τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα». εὐθὺς γοῦν πιστεύσας θυσίαν προσήνεγκεν. ὁ δὲ ἄγγελος οὐχ ἥρπασε τὴν θεῖαν τιμήν· ἀλλ' ἱερέως χρείαν ἐπλήρωσε, καὶ ῥάβδῳ πατάξας τὴν πέτραν, ὡλοκαύτωσε τὴν θυσίαν παραδόξῳ πυρί. XIV Τί δήποτε τὸν τῷ Βαὰλ τρεφόμενον μόσχον τῷ Θεῷ προσενεχθῆναι προσέταξε;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
