# Quaestiones in Octateuchum 300

Theodoretus, Quaestiones in Octateuchum, Page 300. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/300

Μετατιθεὶς αὐτοὺς ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν. διά τοι τοῦτο καὶ τὸν ἐκείνου βωμὸν κατασκαφῆναι παρηγγύησε, καὶ τὸ ἄλσος ἐκκοπῆναι. ἔδει γὰρ τὸν τῆς τοιαύτης χάριτος ἀξιωθέντα, μὴ μόνον εὐσεβεῖν, ἀλλὰ καὶ ἄλλων γενέσθαι διδάσκαλον. XV Τίνος σύμβολον ὁ πόκος ὁ τὴν δρόσον δεξάμενος; Πρῶτον ᾔτησεν ὁ Γεδεὼν ἐν τῷ πόκῳ γενέσθαι τὴν δρόσον, πᾶσαν δὲ τὴν γῆν διαμεῖναι ξηράν· μετὰ δὲ ταῦτα, τὴν μὲν γῆν ὑγρανθῆναι, μόνον δὲ τὸν πόκον ἄμοιρον διαμεῖναι τῆς δρόσου. δηλοῖ δὲ ὁ λόγος, ὡς πάλαι μὲν ὁ Ἰσραὴλ τῆς θείας ἀπήλαυσε χάριτος, ὡς ὁ πόκος τῆς δρόσου· ὕστερον δὲ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τῶν πνευματικῶν τετύχηκε δωρεῶν. ἔρημος δὲ τούτων ὁ Ἰσραὴλ γέγονε, καθάπερ ὁ πόκος ἐστερήθη τῆς δρόσου. XVI Τί δήποτε τοὺς κυνὶ παραπλησίως πεπωκότας μόνους ἐκέλευσε παρατάξασθαι; Δεδήλωκε τὴν αἰτίαν αὐτὸς ὁ δεσπότης Θεός. «πολύς, γάρ φησιν, ὁ ὄχλος ὁ μετὰ σοῦ, ὥστε παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ἰσραὴλ ἐπ' ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με». τῶν πλείστων τοίνυν ἀπολυθέντων, τοὺς ὑπολειφθέντας τῷ ποταμῷ προσαχθῆναι προσέταξεν, εἶτα τῶν πλειόνων εἰς γόνυ κλιθέντων καὶ πεπωκότων συντόμως· τῶν δὲ τριακοσίων τοῦτο μὲν δι' ὄκνον οὐ πεποιηκότων, τῇ δὲ χειρὶ τὸ νᾶμα προσενεγκόντων τῷ στόματι, τούτους μόνους ἐκέλευσεν, ὡς ἀργοὺς καὶ νωθεῖς, κατὰ τῶν ἀντιπάλων ὁρμῆσαι· ἵνα γένηται δήλη

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
